1. Κατὰ μὲν τὴν ἀρχὴν τοῦ βιβλίου τὰ πλείω πρὸς Σαβῖνον
2. ἀποτείνεται καταλιπὼν τὸν Ἱπποκράτην, καὶ τοῦτο
3. μὲν, ὡς ἔοικεν, ἐν ἁπάσῃ ποιεῖ τῇ πραγματείᾳ. καίτοι πρὸς
4. τοὺς Ἱπποκράτους ἀφορισμοὺς ἐπιγράφει αὐτὴν, οὐ πρὸς
5. τὰς Σαβίνου ἐξηγήσεις, εἶτα φλυαρεῖ πολλὰ, καθάπερ ἔθος
6. αὐτῷ, λῆρόν τινα ῥημάτων ἀσαφῶν συντιθεὶς, ὧν εἰ μὲν
7. ἐλέγχειν τις ἐπιχειροῖ, φθάσει πληρώσας βιβλίον μέγιστον,
8. πρὶν ἅψασθαι δόξῃ, συγχωρῶν οὐ λελέχθαι πάντα. γράφοντα
9. μὲν οὖν δυσδιάθετον καὶ τοῦτο, μᾶλλον δ’ ἄπορον
10. ἐσχάτως. ἐν μέντοι τοῖς αὐτοσχεδίοις λόγοις, οὓς πολλάκις
11. ἐποιησάμεθα, παρόντων ἀνδρῶν πεπαιδευμένων ἐπιδέδεικταί
12. τις ἡμῖν εὐπορία, καθ’ ὁμοιότητα τῶν εἰς τοὺς παλαιοὺς
13. ἐξηγήσεων εὑρεθεῖσα· καθάπερ γὰρ ἐκείνων τὸ προβληθὲν
14. βιβλίον ἐν ταῖς δημοσίοις ἐπιδείξεσιν ἐξηγούμεθα. * *
15. * * εἰ δὲ ὁ μεθοδικὸς φαίη λεληθότως φυσικευόμενος,
16. ὅτι μὴ ἀλαζὼν μηδὲ μεγαληγόρος, μηδ’ εἰς μέσον φέρω
17. τὴν ἄνωθεν ῥίζαν τοῦ κεκρυμμένου δόγματος, δύο εἶναι τὰ
1. σώματος πάθη. τῷ γὰρ κατὰ φύσιν συνεστῶτι δύο ἂν ἐφεδρεύσειαν
2. τροπαὶ καὶ μεταβολαὶ ἀλλήλαις ἐναντίαι, ἢ συναγομένου
3. πλείω ἢ χεομένου βίᾳ, διανοητὰ ἂν δοκοίη λέγειν,
4. οὐ μὲν διαφυσικευομένοις τοῖς φιλοσόφοις καὶ περὶ τῆς τῶν
5. ὅλων ὕλης διειλεγμένοις, ἀλλ’ ἰατροῖς φυσικοῖς. αὕτη μέν
6. σοι μία ῥῆσίς ἐστι τῶν θαυμαστῶν Ἰουλιανοῦ λόγων, οἷς
7. ἀποχωρῶν ὧν ὁ Ἀσκληπιάδης καὶ Θεμίσων καὶ Θεσσαλὸς
8. ἔθεντο στοιχεῖα, ἐπὶ τοὺς προειρημένους ἥκει φιλοσόφους
9. ἀναιροῦντας ἐκ τοῦδε τοῦ κόσμου παντάπασι τὸ κενόν.
10. ἑτέρα δ’ ἐφεξῆς αὐτῆς ἥδε· ἀλλ’ ἐπιχωρήσειν καὶ μήτ’
11. ἐκείνης κατάσχοιμ’ αὐτὸ λοιπὸν τῆς γλώττης, ὡς μὴ εἴποιμι.
12. τί γὰρ ἂν ἐμοὶ τόδε; ἢ ὅτι ταῖσδε ταῖς τροπαῖς, ὥσπερ
13. ἠκολούθησεν ἡ τῶν στοιχείων γένεσις, οὕτω καὶ θερμοῦ φύσις
14. καὶ ψυχροῦ καὶ ὑγροῦ καὶ ξηροῦ. ἐκείνων γὰρ πρώτων
15. τῶν γόνων ἔγγονα ποιήματα ἂν εἴη. ὅρα πῶς ἐν ὑψηλοτάτοις
16. θρόνοις καὶ μετεωροτάτοις καθημένη ἡ μέθοδος ἐλάνθανεν,
17. ἣν ὑπὸ ἐπιεικείας καὶ μετριότητος βουλόμενος λανθάνειν.
1. ἐν οὐρανῷ ἔδειξα καὶ ἐξεκάλυψα μόνος καὶ πρῶτος
2. ἐπισκοτοῦν νέφος παραγαγὼν καὶ ἐλευθερώσας. ταῦτ’ οὖν ὁ
3. Ἰουλιανὸς λέγει καὶ τούτων ἑξῆς. ἄλλο τι μὴ νῦν ξυμφεροίμην
4. Ἐπικούρῳ οὐχ ἑλόμενος αὐτοῦ τὰ στοιχεῖα, οὐχ
5. ἑνώσαντι τὴν οὐσίαν. ἐν μὲν δὴ τῷ περὶ τῆς μεθόδου
6. ταῦτά τε καὶ ἄλλα πολλὰ γέγραπται, τὸ βιβλίον ὅλον Ἰουλιανοῦ
7. ἐπιγράφοντος Φίλωνα. δι’ ἄλλου δ’ αὖθις, ἐν ᾧ
8. περὶ τῶν ψυχικῶν καὶ σωματικῶν παθῶν ὁ λόγος ἐστὶν αὐτῷ,
9. γράφει ταυτί· σύμμετρον μὲν δὴ κατάστασιν καὶ μεμετρημένην
10. συναγωγῆς τε καὶ χύσεως ὑποστησάμενοι ἐπὶ
11. τῶν ἀνθρωπείων συγκριμάτων, ὄνομα αὐτῇ ἐθέμεθα ὑγείαν.
12. ἥδε δὲ ἡ μεσότης ὑπὸ τῶν νόσων ἐπιβουλευθεῖσα ἐξ ἀνάγκης
13. πάσχει τὰ σώματα συναγόμενα καὶ σκληρυνόμενα καὶ
14. ξηρότερα γιγνόμενα ἢ χεόμενα καὶ μαλακυνόμενα καὶ
15. ὑγραινόμενα.
⟨
(Adv. Iul.) [n° 104 Fichtner] [GalLat]
Adversus ea quae Iuliano in Hippocratis aphorismos enuntiata sunt
Πρὸς τὰ ἀντειρημένα τοῖς Ἱπποκράτους ἀφορισμοῖς ὑπὸ Ἰουλιανοῦ
Contre Julianos
Against Julian (Adv. Jul.)
Wenkebach, 1951.
Adversus ea quae Juliano in Hippocratis Aphorismos enunciata sunt, 1829, vol. 18a, p. 246-299. urn:cts:greekLit:tlg0057.tlg094.verbatim-lat1
Adversus ea quae Juliano in Hippocratis Aphorismos enunciata sunt, 3, ed. Kühn, 1829, vol. 18a, p. 255-257. urn:cts:greekLit:tlg0057.tlg094.1st1K-grc1:3
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩