12. Σκέψαι δ’ ἑξῆς ἃ γράφει μὴ συγχωρῶν, ὡς
13. ἔοικε, μηδὲ τοὔνομά τινι σκέψασθαι τῆς φύσεως. ἔστι δ’
14. ἀρχὴ τῆς ῥήσεως ἥδε· οὐδ’ ἂν πείσειαν ἡμᾶς τε ἢ αὐτοὺς
15. ἐπ’ ἀληθείᾳ ὅτι ἴσασι τί ἡ φύσις ἐστὶν, ἣν ἄνω τε
1. καὶ κάτω θρυλοῦσι τραγῳδοῦντες πανταχοῦ ἤτοι
2. θερμὸν ἁπλοῦν ἢ κρᾶμα κἀκ μίξεως ἢ ψυχροῦ οὐσίαν καὶ
3. πνεύματος. κἄπειτα ἑξῆς τούτῳ ἐπιφέρει μὴ πολλὰ συγχωρῶν
4. ἐγγνῶναι φύσεως οὐσίαν, ὥσπερ Ἱπποκράτους γεγραφότος
5. ὄνομα φύσεως ἐν τῷ προκειμένῳ νῦν ἡμῖν ἀφορισμῷ,
6. ἀλλ’ οὐκ ἐν τοῖς αὐτομάτοις γιγνόμενον εἰρηκότος. πόθεν
7. ἐπεισῆλθε τὸ τῆς φύσεως ὄνομα; πόθεν δ’ ἄλλοθεν ἢ ἐκ
8. τῆς συνήθους Ἰουλιανοῦ φλυαρίας ἀφορμὴν παρέξει λόγου
9. μακροῦ, ὃν ἐάν τις ἀναπτύξῃ, προδήλως φωράσει τὸν λῆρον
10. αὐτοῦ. ἐπεὶ τοίνυν ἅπαντες ἰατροὶ τῶν κενώσεων τὰς
11. μὲν ὑπὸ φύσεως, τὰς δ’ ὑπὸ τύχης γίγνεσθαί φασιν, ἐνδεικνύμενοι
12. τὴν αἰτίαν αὐτῶν ἐνίοτε μὲν ἐξ αὐτοῦ τοῦ τῶν
13. καμνόντων ὁρμᾶσθαι σώματος, ἔστι δ’ ὅτ’ ἔξωθεν ἀφορμὴν
14. ταύτην εἶχε περὶ τοῦ ληρῆσαί τι περὶ τοῦ τῆς φύσεως ὀνόματος.
15. ἔστι δ’ ὃ βούλεται λέγειν ἐν κεφαλαίῳ περιλαβόντι
16. τοιόνδε. φυσικὰς κενώσεις οὐδὲ φθέγγεσθαι προσῆκεν,
17. ἀγνοοῦντας ὅ τι ποτ’ ἐστὶν ἡ φύσις. ἀλλ’, ὦ γενναιότατε
1. σοφιστῶν οὐδ’ ὅτι ψυχὴν ἔχομεν ἢ αἴσθησιν ἢ νοῦν ἢ λογισμὸν
2. ἢ μνήμην ὁ τοιοῦτος λόγος ἐπιτρέψει γιγνώσκειν,
3. ὡς ἑκάστου γε καὶ τούτων δύσγνωστος ἡ οὐσία. καὶ τί θαυμαστόν;
4. ὅπου γὰρ καὶ τὸν ἥλιον αὐτὸν, ὃν ἐναργέστατα
5. βλέπομεν, οὐκ ἴσμεν ἀκριβῶς ὁποῖός ἐστι τὴν οὐσίαν, ἤ
6. πού τε περὶ φύσεως ἢ ψυχῆς ἢ μνήμης ἤ τινος ἑτέρου
7. τῶν τοιούτων ἑτοίμως ἀποφανούμεθα. ἀλλ’ ὥσπερ καὶ ταῦτα
8. αὐτῶν ὀρθῶς εἰρήκαμεν καὶ οὕτως ὅταν τὴν ἔννοιαν αὐτῶν
9. ἑκάστου καὶ τὴν τῆς ὑπάρξεως διάγνωσιν ἔχωμεν ἐναργῆ,
10. προσθεῖναι χρὴ τῷ λόγῳ. ἅπαν μὲν γὰρ φυτὸν ὑπὸ φύσεως
11. διοικεῖται, πᾶν δὲ ζῶον ὑπὸ φύσεώς τε ἅμα καὶ ψυχῆς.
12. εἴ γε δὴ τὴν μὲν τοῦ τρέφεσθαί τε καὶ αὐξάνεσθαι
13. καὶ τῶν τοιούτων ἔργων αἰτίαν ὀνομάζομεν ἅπαντες ἄνθρωποι
14. φύσιν, τὴν δὲ τῆς αἰσθήσεώς τε καὶ τῆς ἕξεως αὐτῆς
15. κινήσεως ψυχὴν, ὥστ’ οὐδεὶς ἡμῶν οὔτε καταψεύδεται
16. τῶν ἔργων τῆς φύσεως οὔτ’ ἐπειδὴ ταῦτα γιγνώσκει καὶ
17. τὴν οὐσίαν αὐτῆς εὐθὺς οἷός τε, καθάπερ οὐδὲ τὴν τοῦ
1. ἡλίου, ἀλλ’ ἀνατέλλοντα μὲν αὐτὸν ὁρῶμεν ἐναργῶς,
2. ὥσπερ γε καὶ δυόμενον ἅπαντά τε τὸν μεταξὺ τόπον ἀμείβοντα
3. τάξει καὶ χρόνῳ ἀφωρισμένῳ, τὴν δ’ οὐσίαν ὁποῖός
4. τίς ἐστιν ἐπὶ χολῇ ζητοῦμεν. εἰ μὲν οὖν ἀδύνατον ἦν γνῶναι
5. τὰς φυσικὰς ἐκκρίσεις ὁπότε γίνονται, χωρὶς τοῦ προγνῶναι
6. τὴν οὐσίαν αὐτῆς ἐργαζομένης αὐτὰς φύσεως, εἰκότως
7. ἂν δείξας ἐκεῖνος ἄγνωστον, εὐθὺς αὐτῇ συνανῄρηκε
8. τὴν τούτων γνῶσιν. ἐπεὶ δ’ ἐγχωρεῖ κἂν ἐκείνην τις ἀγνοῇ,
9. ταύτας γοῦν γιγνώσκειν, ἐκ περιττοῦ φλυαρεῖ ταῦτα πάνθ’
10. ὁ θαυμασιώτατος Ἰουλιανός. ἡμεῖς γὰρ, ὅταν χωρὶς φαρμάκου
11. καθαίροντος ἔμετος ἢ συχνὴ κάτω γένηται κένωσις,
12. εἴτε δι’ ἐντέρων εἴτε κατὰ τὰς μήτρας, ἅπαντα τὰ τοιαῦτα
13. φύσει τε γεγονέναι φαμὲν ἢ ὑπὸ φύσεως ἢ φυσικῶς. οὐδὲν
14. γὰρ διαφέρει, μιμούμεθά τε φανερῶς ὠφελήσαντες τοὺς κάμνοντας.
15. Ἰουλιανὸς δ’ ἔοικεν οὐδ’ ὃ πάντες ἄνθρωποι λέγουσί
16. τε καθ’ ἑκάστην ἡμέραν καὶ γιγνώσκουσιν, οὐδὲ τοῦτ’
17. ἐπίστασθαι, κατὰ φύσιν μὲν ἔχειν τοὺς ὑγιαίνοντας, παρὰ
1. φύσιν δὲ τοὺς νοσοῦντας. εἰ γὰρ οὐκ ἔξεστιν οὐδὲν τῶν
2. τοιούτων ὀνομάτων χρῆσθαι, μὴ πρότερον ἐπισταμένους τῆς
3. φύσεως τὴν οὐσίαν, οὔτε τοὺς ὑγιαίνοντας ὅτι κατὰ φύσιν
4. ἔχουσιν ἐροῦμεν οὔτε τοὺς νοσοῦντας ὅτι παρὰ φύσιν.
5. ἀλλὰ γὰρ εἰ βούλει καὶ τοῦτ’ αὐτῷ δῶμεν ἐκ περιουσίας
6. καὶ συγχωρήσομεν, εἰ μὴ πρότερον εἰδείημιν ὡς ἐκ θερμοῦ
7. καὶ ψυχροῦ καὶ ὑγροῦ καὶ ξηροῦ τὰ σώμαθ’ ἡμῶν συνέστηκεν,
8. ἀμήχανον εἶναι μιμήσασθαι τὰ καλὰ ὑπὸ φύσεως
9. ἢ τύχης γιγνόμενα. τί οὖν κωλύει γιγνώσκειν ἡμᾶς ἀκριβῶς
10. τοῦτο μέχρις ἂν ἡμεῖς τε λέγειν ἔχωμεν ἀπόδειξιν δόγματος,
11. οἵ τ’ ἄριστοι τῶν φιλοσόφων, οὓς καὶ σὺ θαυμάζεις
12. αὐτὸς, ὁμολογῶσιν Ἱπποκράτει τε καὶ ἀλλήλοις, εἰ μή
13. τις τὴν διαφωνίαν ἱκανὸν οἴεται μάρτυρα εἶναι τῆς ἀγνοίας
14. τοῦ δόγματος, ἐξαίφνης ἀπορητικός τις ἀντὶ στωϊκοῦ γεγονώς.
15. εἰ γὰρ δὴ τούτῳ πέπεισαι τῷ λόγῳ, φάσκοντι μηδὲν
16. τῶν διαπεφωνημένων πᾶσι τοῖς φιλοσόφοις εἰς γνῶσιν ἀνθρωπίνην
17. ἀφικέσθαι δύνασθαι, τί δή ποτε οὐ πολὺ πρῶτον
1. ἁπάντων ἀπιστεῖς ταῖς καλαῖς σου κοινότησιν, ἃς ἡ κατὰ τὸν
2. οὐρανὸν οἰκοῦσα μέθοδος ἐγέννησεν; ἀλλ’ οὐδεὶς τῶν ἄλλων
3. ἰατρῶν εἶδεν αὐτὰς ἀμυδρῶς, ἐναργῶς δὲ, ὡς νομίζει ὁ
4. Θεσσαλὸς, καὶ τό γε μεῖζον τούτου, ὅτι καίτοι θεασαμένου
5. καὶ δείξαντος αὐτὰς τοῦ Θεσσαλοῦ τῷ λαμπροτάτῳ χορῷ
6. τῶν ἀμφ’ αὐτὸν ἰατρῶν, ὅμως οὐδεὶς οὐδενὶ συνεφώνησαν,
7. ἀλλ’ ἄχρι δεῦρο πολεμοῦσι μείζονα πόλεμον, ὃν Θεσσαλὸς
8. ἐπολέμησε τοῖς συμφοιτηταῖς. εἴπερ οὖν διαφωνία σημεῖόν
9. ἐστι τῆς τῶν πραγμάτων ἀγνοίας, ἁπασῶν πρῶτον ἀπιστητέον
10. ταῖς τοῦ Θεσσαλοῦ κοινότησι, ὅσον καὶ πλείστη γε περὶ αὐτῶν
11. ἐστιν ἡ διαφωνία. τὸ μέντοι γε τὴν τοῦ σώματος ἡμῶν
12. φύσιν ἤτοι γε ἐξ ἀέρος καὶ πυρὸς καὶ ὕδατος καὶ γῆς ἢ
13. ἐξ ὑγροῦ καὶ ξηροῦ καὶ θερμοῦ καὶ ψυχροῦ συμμέτρως ἀλλήλοις
14. κεκραμένων γεγονέναι διαπεφώνηται μὲν, ἀλλ’ οὐκ
15. εἰς τοσοῦτον, ὅσον αἱ Θεσσαλοῦ κοινότητες, εἴ γε καὶ Πλάτων
16. καὶ Ζήνων, Ἀριστοτέλης τε καὶ Θεόφραστος, Εὔδημός
17. τε καὶ Κλεάνθης καὶ Χρύσιππος ἅμα πολλοῖς φιλοσόφοις,
1. ὧν οἱ μὲν στωϊκοὺς, οἱ δὲ περιπατητικοὺς, οἱ
2. δὲ Πλατωνικοὺς ἑαυτοὺς ὠνόμασαν, ὁμολογοῦσιν ἀμφ’ αὐτάς·
3. αἱ δ’ ὑπὸ Θεσσαλοῦ κοινότητες εἰρημέναι, τοσούτου
4. δέουσιν ἀρέσκειν τοῖς ἄλλοις ἰατροῖς, ὥστ’ οὐδ’ αὐταὶ τούτοις
5. ὁμολογοῦνται τοῖς ἀμεθόδοις μὲν ὄντως, ὀνόματι δὲ
6. σεμνῷ τῷ τῆς μεθόδου, καθάπερ τινὶ προβλήματι κεχρημένοις.
7. οὔτε γάρ Ἱπποκράτης οὔτε Διοκλῆς οὔτε Πλειστόνικος
8. οὔτε Πραξαγόρας οὔτε Μνησίθεος οὔτε Φιλότιμος
9. οὔτε Ἐρασίστρατος οὔτε Ἡρόφιλος οὔτε ἄλλος τις ἰατρὸς
10. οὔτε λογικὸς οὔτ’ ἐμπειρικὸς ἠρέσθη ταῖς Θεσσαλοῦ κοινότησι.
11. καὶ μὴν εἰ χρὴ παραβαλεῖν ἀλλήλαις τὰς διαφωνίας,
12. οὐ μικρῷ τινι προὔχουσαν εὑρήσεις τὴν περὶ τοῦ
13. Θεσσαλοῦ κοινότητα. τριῶν γὰρ οὐσῶν ἐν ἰατρικῇ κατὰ
14. γένος αἱρέσεων, ὡς αὐτοὶ λέγουσιν, ὅταν οἵ τ’ ἀπὸ τῆς ἐμπειρίας
15. ὄντες οἵ τε δογματίζοντες ἀναιρῶσι τὰς Θεσσαλοῦ
16. κοινότητας, οὐ μικράν τινα χρὴ νομίζειν τὴν τοιαύτην διαφωνίαν,
17. ἀνυπέρβλητον τὸ μέγεθος αὐτῆς γίγνεται, μήτ’ αὐτοῦ
1. τοῦ γεννήσαντος τὰς κοινότητας Θεμίσωνος μήτε τῶν ἀπ’
2. αὐτοῦ μηδενὸς, ἀλλὰ μήτε τῶν ἀμεθόδων Θεσσαλείων μηδενὸς
3. φυλάξαντος αὐτάς. οὐδεὶς γοῦν ἐστιν ὃς οὐκ ἤτοι
4. προσέθηκεν αὐταῖς ἄλλο ἢ ἀφεῖλεν ἢ μετεκόσμησέ πως. καίτοι
5. γε οὐδ’ εἰ πάντες οὗτοι συνεφώνουν ἀλλήλοις, οὐδ’
6. οὕτω σμικρά τις ἦν ἡ διαφωνία πρὸς τοὺς ἄλλους αὐτοῖς.
7. ὁπότε δ’ ἐπ’ ἐκείνοις ἅπασιν οὐδ’ αὐτοὶ συμφέρονται, μόνος
8. οὖν ἀπολείπεται ὁ Θεσσαλὸς ἔχων οὐδένα, πρὶν ἄχρι λόγου
9. τοῦτον τὸν Ἰουλιανόν. ἔργῳ μὲν γὰρ ἐδείχθη καὶ οὗτος
10. ἐναντιώτατα λέγων αὐτῷ καὶ ὅστις περὶ τούτου πεισθῆναι
11. βούλεται, τοῖς περὶ τῆς μεθοδικῆς αἱρέσεως ὑπομνήμασιν
12. ἡμῶν ἐντυχέτω. ἀλλὰ καίτοι μόνος ὁ Θεσσαλὸς εἰ
13. φαίη τοῖς ὑπὲρ ἀληθείας ἀγωνιζομένοις ἀπόδειξιν εἶναι τὸ
14. κριτήριον καὶ συμφωνίαν τῶν τοῖς ἄλλοις δοκούντων, οὐδεὶς
15. αὐτοῦ καταγνώσεται, εἶτα Θεσσαλοῦ μὲν οὐ προκαταγινώσκομεν,
16. ἅπασι τοῖς ἄλλοις διαφωνοῦντος Ἱπποκράτους, ᾧ
17. πρὸς τοῖς ἀρίστοις ἰατροῖς οἱ κράτιστοι τῶν φιλοσόφων
18. μαρτυροῦσιν, ἀπιστήσομεν δ’ ἐκ μόνης διαφωνίας;
1. τίς ἂν τοῦτον ἀνασχέσθαι δύναται; τίς περιμεῖναι τῷ λόγῳ
2. τοιούτῳ; τίς οὐκ ἂν ἀλγήσειεν ἀπολλὺς τὸν χρόνον εἰς ἀντιλογίαν
3. ἀνθρώπου, μήθ’ ὧν αὐτὸς εἶπε μεμνημένου μήθ’
4. ὧν γράφει συνιέντος; ἀλλὰ αὐτὸ δὴ τοῦτο τὸ κατὰ τὴν παροιμίαν
5. ὅ τι περ ἂν ἐπὶ γλῶτταν ἔλθοι φλυαροῦντος.
⟨
(Adv. Iul.) [n° 104 Fichtner] [GalLat]
Adversus ea quae Iuliano in Hippocratis aphorismos enuntiata sunt
Πρὸς τὰ ἀντειρημένα τοῖς Ἱπποκράτους ἀφορισμοῖς ὑπὸ Ἰουλιανοῦ
Contre Julianos
Against Julian (Adv. Jul.)
Wenkebach, 1951.
Adversus ea quae Juliano in Hippocratis Aphorismos enunciata sunt, 1829, vol. 18a, p. 246-299. urn:cts:greekLit:tlg0057.tlg094.verbatim-lat1
Adversus ea quae Juliano in Hippocratis Aphorismos enunciata sunt, 5, ed. Kühn, 1829, vol. 18a, p. 264-272. urn:cts:greekLit:tlg0057.tlg094.1st1K-grc1:5
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩