Galenus. Adversus ea quae Iuliano in Hippocratis aphorismos enuntiata sunt (Adv. Iul.) [n° 104 Fichtner] [GalLat]

Πρὸς τὰ ἀντειρημένα τοῖς Ἱπποκράτους ἀφορισμοῖς ὑπὸ Ἰουλιανοῦ
Contre Julianos
Against Julian (Adv. Jul.)
Wenkebach, 1951.
Adversus ea quae Juliano in Hippocratis Aphorismos enunciata sunt, 1829, vol. 18a, p. 246-299. urn:cts:greekLit:tlg0057.tlg094.verbatim-lat1

Adversus ea quae Juliano in Hippocratis Aphorismos enunciata sunt, 6, ed. Kühn, 1829, vol. 18a, p. 272-281. urn:cts:greekLit:tlg0057.tlg094.1st1K-grc1:6

6. Ἀλλὰ γὰρ ἐάσαντες ἤδη καὶ ταῦτα τῶν ἑξῆς εἰρημένων
7. ἀκούσωμεν αὐτῷ καὶ πρώτης γε τῆς ῥήσεως, ἐν ᾗ φησι
8. τὸν προκείμενον ἀφορισμὸν ῥίζαν τε καὶ πηγὴν ἔχειν τὸ ὅτι
9. πλῆθος ὑγρῶν τῶν νοσημάτων ἐστὶ συνεκτικὸν αἴτιον.
10. ἄμεινον ἴσως κἀνταῦθα παραγράψαι τὴν ῥῆσιν ὅλην
11. αὐτοῖς ὀνόμασι. γέγραπται δ’ οὕτως ὑπ’ αὐτοῦ αὐτίκα ὧδέ
12. πως εἰρημένον. καιρὸς γὰρ ἤδη ἐπὶ τὴν ἐξ εὐθείας παρελθεῖν
13. ἀντίῤῥησιν. ἐν τῇσι ταραχῇσι τῆς κοιλίης, ὡς τὸ
14. παραλειπόμενον τοῦ ἀφορισμοῦ ἅπαν ῥίζαν τε καὶ πηγὴν
1. ἔχειν τὸ ὅτι πλῆθος ὑγρῶν νοσοποιεῖ τὰ σώματα, κατὰ
2. ἔννοιαν συνεκτικοῦ αἰτίου, ὅθεν ἀποδεδειγμένον τὸ οὐκ ἐν
3. ὑγροῖς εἶναι αἴτια τῶν παθῶν, ψευδὴς γὰρ ἡ δόξα συναποδέδεικται
4. καὶ ἡ τοῦ ἀφορισμοῦ μοχθηρία, ὅτι ἀδήλῳ
5. σπέρματι ἕπονται ψεύδη. αὕτη μὲν ἡ ῥῆσις αὐτοῦ· κάλλιστον
6. δ’ ἦν, εἴπερ ἀνεχώρει γενέσθαι θέατρόν τι πληρώσαντας,
7. μὴ τοιοῦτον οἷον ὁ Θεσσαλὸς ὑποθέμενος ἐστεφάνωσεν
8. ἑαυτὸν ἐν τοῖς ληρώδεσι βιβλίοις, ἀλλ’ ὄντος μεστοῦ
9. ἀνδρῶν πεπαιδευμένων, ἐρέσθαι τὸν Ἰουλιανὸν, ὁποίας ὁρμώμενος
10. ἀποδεικτικῆς μεθόδου τὸν εἰρημένον ὑπ’ αὐτοῦ
11. ἀληθῆ λόγον νομίζει. γενήσεται γὰρ, εἴ τις ἑρμηνεύσει αὐτὸν,
12. ἐν ᾧ προσήκει τοιόσδε· τοῖς ἡγουμένοις ἐπὶ ταῖς κενώσεσιν
13. ὠφελεῖσθαι τοὺς κάμνοντας ἀναγκαῖόν ἐστι συνεκτικὸν
14. αἴτιον ὑποθέσθαι τῶν νόσων πλῆθος. εἰ δ’ ἀληθής
15. ἐστιν ὁ λόγος οὗτος, ἡδέως ἂν ὡς ἐπαίδευσα θεάτρου
16. πεπαιδευμένων ἀνδρῶν, ἵνα κἂν ἐκ τοῦ πλήθους αὐτῶν αἴσθηταί
17. ποτε τῆς ἐμπληξίας ὁ ληρώδης Ἰουλιανός. ἐκ μὲν
18. γὰρ αὐτῶν τῶν λεγομένων ἀδύνατον αἰσθέσθαι τοιούτῳ γε
1. ὄντι. τοιοῦτος γάρ ἐστιν, οἷον ἑαυτὸν ἐνδείκνυσι διὰ τῶν
2. γραμμάτων, ἀλλ’ ὡς ἐν τῷ θεάτρῳ καλῶς ἐγχειρήσει ταῦτα
3. καὶ νῦν ἐρῶ. ἡ τῶν Θεσσαλείων ὄνων ἀγέλη φλεβοτομοῦσι
4. παμπόλλους τῶν πυρεττόντων. εἰ μὲν βλάπτεσθαι νομίζουσιν
5. ἐκ τῆς κενώσεως αὐτοὺς, οὐκ ὀρθῶς φλεβοτομοῦσιν· εἰ
6. δ’ ὠφελεῖσθαι, συνεκτικὸν αἴτιον ὑποτεθέντες πλῆθος, ὅπερ
7. οὐ βούλονται. τάχ’ οὖν ἄν τις ἐξ αὐτῶν εἴποι· καὶ τὶς
8. ἀνάγκη συνεκτικὸν αἴτιον εἶναι τὸ πλῆθος ὠφελούσης τῆς
9. κενώσεως; πρὸς ὃν ἀποκρίνεσθαί μοι ῥᾷον, ὡς ἀνάγκη μὲν
10. οὐδεμία. λέγει δ’ οὖν ταῦτα τῶν ἐκ τῆς ἀγέλης τῆς ὑμετέρας
11. οὑτωσὶ καὶ δείξω τὸν Ἰουλιανὸν, ἐκεῖνόν τε φήσω δίκαιον
12. εἶναι λόγον ὑπέχειν ὧν ἐλήρησεν. οὕτω μὲν ἐν τῷ
13. θεάτρῳ προσηνέχθη τις αὐτῷ. νυνὶ δὲ, οὐ γὰρ ἔχομεν
14. θέατρον, εἰς τὰς αὐτὰς λαβὰς ὀλίγοι ἥκουσι, πάντες ἄν τ’
15. ἀληθεῖς ὑπάρχωσιν ἄν τε καὶ προφανῶς ψευδεῖς. Ἰουλιανός
16. τε γὰρ ἀεὶ γράφει τὸ ἐπελθὸν αὐτῷ, μηδεπώποτε φροντίσας
17. ἀληθείας. ἔγωγε παρ’ ὅλον ἐμαυτοῦ τὸν βίον οὐδὲν
1. οὕτω σπουδάσας ὡς γνῶναι πρῶτον μὲν ἀποδεικτικὴν ἐπιστήμην,
2. ἀσκηθῆναι δ’ αὐτῆς αὐτὴν μετὰ πάσης σπουδῆς,
3. ἔοικα κάμνειν μάτην. ὅσοι μὲν γὰρ ἀποδείξει παρακολουθοῦσι,
4. τάχα μὲν καὶ γινώσκουσιν ὅτι μηδέπω τῶν Ἰουλιανοῦ
5. ἐφιστάμενοι λήρων. ὅσοι δ’ ἐκ τῆς ἀγέλης εἰσὶν αὐτοῦ
6. τὴν ἀρχὴν οὐδὲν μανθάνουσι τῶν λεγομένων. διὰ ταῦτα
7. τοίνυν αὐτὰ καὶ πρόσθεν ἔλεγον, οὐ μικρόν μοι τοῖον ἆθλον
8. οἱ φίλοι προέταξαν, ὧν ἕνεκεν ἐπιστημονικωτέρων ἅψομαι
9. λόγων. ἐχρῆν μὲν δήπου μὴ φθέγγεσθαι μόνον ὀνόματα
10. τῆς διαφορᾶς τῶν αἰτίων προσήκοντα τὸν Ἰουλιανὸν, ἀλλὰ
11. καὶ φυλάττειν αὐτῶν τὰ σημαινόμενα. νυνὶ δὲ, καὶ γὰρ
12. τοῦτο ἕν ἐστι τῆς ἐμπληξίας ἁπάντων τῶν μεθοδικῶν κοινὸν,
13. ἄχρι μὲν τῆς προσηγορίας ἥκει τῶν συνεκτικῶν
14. αἰτίων, οὐ παρακολουθεῖ δ’ ὅπη διαφέρει τῶν προηγουμένων
15. ἢ πάντως ἂν ἐγίνωσκον ὅτι ἡ τῶν νοσημάτων αὔξησις
16. τῶν προηγουμένων ἔργων ἐστὶν. ἃ γὰρ ὅλως ἤρξατο τῆς
17. γενέσεως τοῦ νοσήματος, ἀνάγκη ταῦτα αὐξάνειν αὐτὰ μέχρι 
1. περ ἐνεργῆ τι παρόμοιον. εἰ οὕτως ἔτυχε δριμὺ φάρμακον,
2. ὡς ἑλκοῦν δύνασθαι, μιᾷ μὲν ὥρᾳ κατὰ τοῦ δέρματος
3. ἐπιτεθὲν, αὐτὴν μόνην ἑλκώσει τὴν καλουμένην ἐπιδερμίδα.
4. πλέονι δὲ χρόνῳ πλησιάζον ἔργον ἀξιόλογον ἐργάσεται
5. πρώτου μὲν τοῦ δέρματος, εἶτα καὶ τῶν ὑποκειμένων σαρκῶν.
6. καὶ τά γε καλούμενα σηπτὰ μέχρι μὲν τῶν ὑποκειμένων
7. ὀστῶν ἐνίοτε προέρχεται, διακαίοντα τὴν ἐπικειμένην
8. αὐτοῖς ἅπασαν σάρκα. τοιαύτην οὖν φύσιν ἐχόντων τῶν
9. προηγουμένων αἰτιῶν, οὐχ οἷόν τε τὸ γεγονὸς ἤδη πάθος
10. ἰάσασθαι μενόντων. ὅπου γὰρ ἐδείχθη μεῖζον γινόμενον,
11. οὐκ ἂν δήπου τελέως ὑγιασθείη, πρὶν τὸ ποιοῦν ἀρθῆναι.
12. τὰ τοίνυν προηγούμενα τῶν αἰτιῶν οἷόν περ καὶ τὸ πλῆθος,
13. ὑποκείσθω γὰρ πρῶτον ἐν τῷδε τῷ λόγῳ προηγούμενον,
14. εἰ μή τις ἐκκόψει πρότερον, ἀδύνατον αὐτῷ τὸ ἤδη γεγονὸς
15. πάθος ἰάσασθαι καί διὰ τοῦτο Ἀσκληπιάδης πλῆθος ἡγεῖται
16. προκατάρχειν νόσων, ὑπό τε τῆς κενώσεως αὐτῆς φησιν
17. ὠφελεῖσθαι τοὺς κάμνοντας, οὐκ εἰς τὸ λύειν ὧν ἐποίει ἤδη
1. παθῶν, ἀλλ’ εἰς τὸ μηκέτι αὔξεσθαι αὐτὰ, ἀπαιτεῖ τοῖς
2. ἰατροῖς ἐπιτελεῖσθαι τὴν ἴασιν. ἀλλὰ γὰρ ὑποκείσθω τὸ
3. πλῆθος γίγνεσθαί ποτε νόσων αἴτιον συνεκτικὸν, ἀναγκαῖον
4. αὐτοῦ τῇ κενώσει παύσασθαι τὸ νόσημα. καὶ μὴν οὐδέποτέ
5. ἐστιν, ὥς φησιν Ἀσκληπιάδης, συνεκτικόν. ἀποχωρήσαντας
6. γὰρ ἐνταῦθα, ληρώδους Ἰουλιανοῦ βέλτιον Ἀσκληπιάδῃ
7. διαλεχθῆναι, κἂν εἰ μηδὲν ἄλλο νομίμως ὑπάρχοντι
8. σοφιστῇ. λόγους γὰρ εἴωθεν ὁ ἀνὴρ οὗτος πιθανωτάτους
9. ἐρωτᾷν, οὐκ ἀκόμψως πεπανουργημένους, ὅπερ ἦν ἔργον οἶμαι
10. σοφιστοῦ. τοιοῦτος δὲ δή τίς ἐστι καὶ ὃν ἐφεξῆς ἔγραψεν
11. Ἰουλιανὸς, οὐ μὰ τὸν Δία τῆς δυνάμεως αἰσθανόμενος
12. ἑαυτοῦ. πάντα γὰρ ἂν ἐγεγράφει τοὺς τοιούτους, ἀλλ’ ἀπομνημονεύσας
13. εἰρημένων ὑπὸ Ἀσκληπιάδου. ὡς εἴ γε τῶν
14. ἰδίων Ἰουλιανοῦ λόγων ἦν, ὁμοίως ἀνεφαίνετο τοῖς ἔμπροσθεν
15. ληρώδης. ὁ τοίνυν Ἀσκληπιάδης φησὶν ὡς, εἴπερ ἦν
16. συνεκτικὸν αἴτιον τὸ πλῆθος τῶν παθῶν ἐπὶ δαψιλέσι κενότησιν
17. ἐνίοτε κατὰ τὴν ἀρχὴν τῆς νόσου γινομέναις, εὐθὺς
1. ἁπάντων ὀχληρῶν ὁ κάμνων ἀπαλλάττεται· νυνὶ δὲ
2. φαίνεται πολλάκις αὐξανομένας τὰς νόσους ἤδη τοῦ πλήθους
3. καθῃρημένου. οὗτος ὁ λόγος ἱκανὸς πιθανός ἐστι καὶ διὰ
4. τοῦτο δεῖται λύσεως ἰδίας, οὐ μὴν ἅπτεται τῶν κατὰ τὸν
5. ἀφορισμὸν Ἱπποκράτους εἰρημένων. οὐ γὰρ ἐκ δόγματος
6. ἐκεῖνα τὴν πίστιν ἔσχηκεν, ἀλλ’ ἐκ λογισμοῦ κοινοῦ πάντων
7. ἀνθρώπων, ᾦ καὶ τοὺς ἐμπειρικοὺς ἔφην χρῆσθαι, διὸ καὶ
8. λύομεν αὐτὸν τὸν Ἀσκληπιάδον λόγον, οὐχ ὡς προσήκοντα
9. τοῖς κατὰ τὸν ἀφορισμὸν εἰρημένοις. ἀλλ’ ἐπειδὴ βέλτιον
10. εἶναι δοκεῖ τῶν Ἰουλιανοῦ λήρων ἀνεσχημένον ἄχρι δεῦρο
11. γυμνάσασθαί ποτε διαλεκτικώτερον ἀνθρώπῳ προσπελάσαντας
12. ὅτι σοφιστῇ. ὅταν οὖν ὀνομάζῃ πλῆθος
13. Ἀσκληπιάδης, ἐρωτάτω αὐτὸν ὁπότερόν φησιν, ἆρά γε τὸ
14. πρὸς τὴν δύναμιν, εἴτε τὸ πρὸς τὴν χώραν τῶν ἀγγείων, ὃ
15. δὴ κατὰ τὸ ἔγχυμα καλεῖν εἰσιν εἰθισμένοι; καὶ
16. πότερον τὸ καθ’ ὅλον τὸ σῶμα γιγνόμενον, ἢ κἂν ἐν μέρει
17. τινὶ συνίσταται. τὸ μὲν οὖν ὡς πρὸς τὴν δύναμιν οὐδ’ εἰπεῖν
1. αὐτῷ δυνατὸν ἀνῃρηκότι τὰς δυνάμεις σχεδὸν ἁπάσας
2. αἷς διοικεῖται τὸ ζῶον. τὸ δ’ ὡς πρὸς τὴν χώραν τῶν
3. ἀγγείων. ἔστι μὲν δήπου καὶ τοῦτο διττὸν ἢ τῷ κατὰ φύσιν
4. μέτρῳ παραβαλλόμενον ἢ ψιλῷ καὶ μόνῳ τῷ μὴ τέγγεσθαι.
5. δύναται δὲ ἑκάτερον αὐτῶν ἤτοι καθ’ ὅλον ὑπάρχειν
6. τὸ ζῶον ἢ καθ’ ἕν τι μόριον ἢ πλείω. καὶ δέδεικται πρὸς
7. ἡμῶν ἔν τε τοῖς ὑπομνήμασιν, ἐν οἷς τὰς αἰτίας τῶν συμπτωμάτων
8. διερχόμεθα, κἀν τῷ τῶν παρὰ φύσιν ὄγκων, ὅτι
9. ὁ σπασμὸς ἐνίοτε καὶ ὁ τρόμος ἥ τε φλεγμονὴ διὰ παντὸς
10. ἐρυσίπελάς τε καὶ τὸ καλούμενον ὑπὸ τῶν νεωτέρων ἰατρῶν
11. οἴδημα καὶ πρὸς τούτοις ἕτερά τε πάθη πληθωρικὴν ὑπόθεσιν
12. ἔχονται καὶ εἴ τις κενώσει τὸ πλῆθος, αὐτίκα τὸ
13. μόριον εἰς τὸ κατὰ φύσιν ἐπανερχόμενον. εἴρηται δὲ καὶ
14. περὶ τῶν συνεκτικῶν αἰτίων ἑτέρωθι δεικνύντων ἡμῶν ὅτι
15. τε τοὔνομα καὶ τὸ πρᾶγμα αὐτὸ, καθ’ οὗ τοὔνομα τῆς στωϊκῆς
16. αἱρέσεώς ἐστι καὶ ὡς οὐκ ὀρθῶς ὑπειλήφασιν, οὔτ’
17. ὀνομάζουσιν οἱ νεώτεροι τῶν ἰατρῶν ἅπαν τοῦτο τὸ γένος,
1. ὅτι τε καὶ ἡμεῖς ἑπόμενοι πολλάκις αὐτοῖς, ὅπως μὴ δόξωμεν
2. ἐρίζειν ὑπὲρ τοῦ ὀνόματος, ἔνια μὲν τῶν αἰτιῶν οὕτω
3. καλεῖσθαι συγχωροῦμεν, οὐ μὲ Διὰ, ὅσα τῶν ἁπλῶν ὄντων
4. ἐστὶν, ἀλλὰ τῶν ἐν τῷ γίγνεσθαι τὸ εἶναι κεκτημένων. ἐν
5. τούτῳ μὲν ἡ λύσις τοῦ σοφίσματος. ἅπαντα δὲ μεταφέρειν
6. ἐνταῦθα τῆς Ἰουλιανοῦ φλυαρίας ἔργον οὐχ ἡμέτερον, ἀλλ’
7. ἐφ’ ἕτερόν τι τῶν προβεβλημένων ἴωμεν ὃ κοινῇ πρὸς ἅπαν
8. ἐστὶ τῶν ἐν ὑγροῖς αἰτίων τὸ γένος ὑπάρχει διττὸν, ἐν
9. πλήθει μὲν τὸ ἕτερον, ἐν διαφθορᾷ δὲ τὸ ἕτερον, ἀλλ’ ἀμφοῖν
10. γε ῥᾴδιον ἔσεσθαί φασι τὴν ἴασιν, ἐν ἀκαρεῖ χρόνῳ
11. δυναμένων ἡμῶν καὶ τοῦ πλεονάζοντος ἀποχέεσθαι τὸ περιττὸν
12. καὶ τὸ διεφθαρμένον ὅλον ἐκκενῶσαι, ὥστ’ οὐδέποτε
13. χρονίσειν νόσημα. τοῦτον οὖν τὸν λόγον οὕτως ὄντα σαφῆ
14. τε ἅμα καὶ σύντομον ἀσαφῶς καὶ μακρῶς ὁ Ἰουλιανὸς ἔγραψε
15. κατὰ τήνδε τὴν ῥῆσιν· αὐτίκα ἐν τῷ ἀφορισμῷ λῆμμα
16. συνηρπάσθαι οὐκ ἀποδεδειγμένον τὸ ὅτι ὑγροῦ πλῆθος νοσοποιεῖ
17. ἢ μεταβολὴ πρὸς τὸ οὐκ οἰκεῖον τῆς ἰδίας ποιότητος 
1. ὄνομα ἰατρῶν παῖδες ἔθεντο κατὰ τοῦ ὅλου εἴδους
2. διαφθορὰν, ὥστε τοῦ νοσοποιοῦ ἀποκρινομένου ὠφέλειαν
3. ἔσεσθαι φαντάζεται σφόδρα. τὰ μὲν πρόσθεν τὴν ἀπὸ
4. τοῦ ἀμάχου φαινομένην κρίσιν, ὑγροῦ τινος ἐν τῷ σώματι
5. πλῆθος, τῆς νόσου τὸ αἴτιον εἶναι νομίζειν ἢ οὐ πλῆθος
6. μὲν, προπὴν δέ. ἀδιανόητον γὰρ καὶ πρὸς τὴν ἀλήθειαν
7. ἀσύμφωνον τόδε τυγχάνειν. ὤμην γὰρ τὰ πάθη εὔλυτα πάντα
8. καὶ ἂν ἦν τι χρόνιον, ἥ τε θεραπεία πᾶσα μονοειδὴς, οὐδ’
9. ἡντιναοῦν δυσχέρειαν ἐργώδη ἔχουσα. ἁπλοῦν γὰρ ἦν ἐκ
10. παρακειμένου κενῶσαι τὸ νοσοποιοῦν καὶ αὐτίκα ἐν ἀρχῇ
11. καὶ κατὰ τὴν πρώτην ὑπόστασιν λύειν τὸ πάθος, ὥσθ’ ἑνὸς
12. δεῖσθαι μόνου κενωτικοῦ βοηθήματος καὶ τοῦτο παρὰ πάντα
13. καιρὸν ἐνεστῶτα πεσόντα ὁρίζειν καὶ αἵματος μὲν ὄντος
14. μόνῃ ἀρκεῖσθαι φλεβοτομίᾳ, φλέγματος δὲ φλεγμαγωγῷ,
15. χολῆς δὲ χολαγωγῷ.

Cliquer un n° de page pour en afficher l’image