1. Αὕτη μὲν ἡ τοῦ Ἰουλιανοῦ ῥῆσις. ἔστι δ’,
2. ὡς ἔφην, ὁ κατὰ ταύτην λόγος τοιόσδε· εἴπερ ἐν ὑγροῖς
3. εἴη τὰ τῶν νόσων αἴτια, δυνατόν ἐστιν ἡμῖν ἐν τάχει κενοῦν
4. αὐτὰ μηδενὶ νοσήματι χρονίζειν ἐπιτρέπειν. ἀλλὰ μὴν
5. χρονίζει γε πολὺ, κἂν κατὰ τὴν ἀρχὴν αὐτῶν ἱκανῶς ἐκκενώσομεν
6. τὸ σῶμα. οὐκ ἆρά εἰσιν ἐν ὑγροῖς τὰ αἴτια. ἀλλ’
7. ὅ γε λόγος οὗτος, εἰ μὲν περὶ τοῦ πρὸς τὴν χώραν τῶν
8. ἀγγείων ἐν ὅλῳ τῷ σώματι συνισταμένου πλήθους ἐστὶν,
9. ἀληθὲς ὑπάρχει. βουληθέντες γὰρ εὐθέως ἐν ἀρχῇ τῆς νόσου
10. κενῶσαι τὸ περιττὸν, ἐκκενοῦμεν ἅπασαν πληθωρικὴν
11. διάθεσιν. εἰ δὲ καὶ περὶ τοῦ κατά τι μόριον, ἐν ᾧ καὶ
12. πλεῖον γιγνόμενον ψευδές. ἐπιδέδεικται γὰρ ἡμῖν ἐκεῖνο τὸ
13. πλῆθος οὐκ ἀεὶ κενοῦσθαι ταχέως δυνάμενον. οὕτω δὴ καὶ
14. περὶ τῆς διαφθορᾶς ὁ λόγος ἐρωτώμενος πρόχειρον ἔχει
15. τὴν λύσιν, οὐ γὰρ οἷόν τε ταχέως αὐτὴν ἐκκενῶσαι, καθάπερ
16. ἐξ ἀσκοῦ τινος ἢ πίθου. κἂν ἐκ τούτων ὅλων ἐκκενώσαιμεν
17. πῇ ποτε τὸ μοχθηρὸν ὑγρὸν οὐκ εὐθέως ἀντεγχέομεν
1. ἕτερον χρηστὸν, ἀλλὰ διανίψαντες καὶ πλύναντες ἀκριβῶς
2. τὸ ἀγγεῖον. ἆρ’ οὖν οὕτω δυνατὸν ἐν ἀνθρώπου σώματι
3. κενῶσαι μὲν τὸ διεφθαρμένον αἷμα, χρηστὸν δὲ ἀντεγχέειν
4. παραχρῆμα τοῖς ἐκείνου μορίοις, ἄξιον τοῦτο. πῶς
5. οὖν ἐν τάχει φασὶ δύνασθαι κενωθῆναι τὴν διαφθοράν;
6. οὕτως ὡς καὶ τἄλλα πάντα λέγουσιν εὐχερῶς, οὐδενὶ προσέχοντες
7. τὸν νοῦν, οὐδὲ μετὰ περισκέψεως ἀκριβεστέρας ὅλον
8. ἀθροῦντες τὸ πρᾶγμα. καὶ μὴν καὶ χολῆς περιεχομένης
9. ἐν τῷ σώματι πολλῆς, ἄνευ μὲν πυρετοῦ ῥᾴδιον ἐκκενῶσαι
10. πολλάκις. εἰ δ’ ἁλῶναι φθάσειεν ὁ ἄνθρωπος ὀξεῖ πυρετῷ,
11. χαλεπώτατον. οὐ γὰρ οὔτ’ ἐγχωρεῖ χρῆσθαι καθαίροντι
12. φαρμάκῳ ἀκινδύνως. ὁμοίως δὲ καὶ περὶ φλέγματος ἔχει
13. καὶ τῶν ὀῤῥωδῶν περιττωμάτων. εἴρηται δὲ καὶ περὶ τούτων
14. ἁπάντων ἐν ἄλλαις πραγματείαις καὶ χρὴ τὸν βουλόμενον
15. ἀκριβῶς τι γνῶναι περὶ αὐτῶν ἐκεῖθεν ἐκμανθάνειν.
16. ὅτι μὲν οὖν ἡ φλεγμονὴ πληθωρικόν τι νόσημά ἐστιν, οὐκ
17. ἐν αὐτοῖς μόνοις τοῖς ἀγγείοις στεγομένου τοῦ πλήθους,
1. ἀλλὰ καὶ τὰς ἐν τοῖς μυσὶ χώρας κενὰς ἁπάσας καταλαμβάνοντος,
2. ἐξ ἐκείνου μάλιστα μαθήσῃ τοῦ γράμματος, ἐν ᾧ
3. περὶ τῶν παρὰ φύσιν ὄγκων ὁ λόγος ἐστί μοι. ὅτε δ’ οὐχ
4. οἷόν τε φλεγμονὴν ἅπασαν ἰάσασθαι ταχέως, ἐν τοῖς θεραπευτικῆς
5. μεθόδου γράμμασιν εἵρηται, κατ’ ἐκεῖνα μάλιστα
6. τὰ βιβλία, δι’ ὧν ἡ μέθοδος δείκνυται τῆς περὶ τῶν παρὰ
7. φύσιν ὄγκων ἰάσεως. ἐνίοτε γὰρ οὕτως ἰσχυρῶς καὶ δυσλύτως
8. ἐμπλάττονται ταῖς σαρξὶ γλίσχροι καὶ παχεῖς χυμοὶ,
9. ὥστε κίνδυνον εἶναι χρονιζόντων αὐτῶν ἀκολουθήσειν σκίῤῥον.
10. ἀλλ’ οἱ μηδὲν τούτων εἰδότες, ἐξ ὧν ἀγνοοῦσι τὰ τῆς
11. τέχνης ἐπίκαιρα κατηγορεῖν Ἱπποκράτους. καίτοι γε ἀντιστρέψας
12. ἄν τις, εἰ μὲν ἤτοι ψυχθείη τῶν στερεῶν σωμάτων
13. ἢ θερμανθείη, ῥᾳδίαν ἔσεσθαί φησι τῆς εἰς
14. τὰ κατὰ φύσιν ἐπάνοδον αὐτῷ, καθάπερ γε καὶ εἰ πυκνωθείη
15. ποτὲ ἢ μανώτερον γεννηθείη. τό τε γὰρ ψυχθὲν θερμῆναι
16. καὶ τὸ θερμαθὲν ψύξαι καὶ τό τε πυκνωθὲν ἀραιῶσαι
17. καὶ τὸ μανωθὲν πυκνῶσαι χαλεπὸν οὐδέν. ἐμπεπλασμένον
18. δὲ χυμὸν ἢ γλίσχρον ἢ παχὺν ἐν σαρκώδεσι μορίοις
1. ἐκκενῶσαι χαλεπώτατον. ὅπου γὰρ δὴ καὶ τὸν ἐκ τούτων
2. τῶν ἀγγείων τῶν ἀραιῶν ἐκκαθῆραι ῥύπον οὐκ εὐπετές, ἦ
3. πού γε τῶν σαρκοειδῶν ἕτοιμον. ὥστε πάνυ μοχθηρὸς ὁ
4. λόγος αὐτὰς ἐν ὑγροῖς αἰτίοις ἐναντιωτέρας εἶναι φάσκων
5. ἀεὶ τῶν ἐν τοῖς στερεοῖς. εἰ μὲν γὰρ ἁπλῶς πλῆθος εἴη,
6. καθ’ ὅλην τοῦ ζώου τὴν ἕξιν ἐν τοῖς ἀγγείοις περιεχόμενον,
7. ὅπερ ἰδίως ὀνομάζουσι πλῆθος, ἕτοιμόν τε παραχρῆμα κενῶσαι
8. τοῦτο καὶ τῶν συμπτωμάτων ὁ κάμνων ἀπαλλαγήσεται
9. δι’ αὐτοῦ. κακοχυμίας δέ τινος ἢ διαφθορᾶς ὑπαρχούσης
10. ἀδύνατόν ἐστι διὰ κενώσεως ἀθρόας ἰάσασθαι τὸν
11. ἄνθρωπον, καὶ μέντοι καὶ φαίνεται ταῦθ’ οὕτως γιγνόμενα.
12. πολλοὶ μὲν γὰρ βαρυνόμενοί τε τὸ σῶμα καὶ τάσεως αἰσθανόμενοι
13. παραχρῆμα τῶν συμπτωμάτων ἀπηλλάγησαν
14. ἐπὶ ταῖς φλεβοτομίαις. ἔνιοι δὲ μῆνα ὅλον ὑπὸ διαφθορᾶς
15. ὀχλούμενοι διετέλεσαν, μήτ’ ἀθρόως ἐκκενῶσαι τὸ
16. μοχθηρὸν αἷμα δυναμένων ἡμῶν μήθ’ ἕτερον ἀντεγχέαι
17. χρηστόν. ἐκ μὲν γὰρ τῶν σίτων δήπου καλῶς κατεργασθέντων
1. ἐν τῷ τοῦ ζώου σώματι, γεννᾶσθαι τὸ χρητὸν αἷμα
2. πέφυκεν. ἐν αὐτῷ δὲ τῷ προσφέρειν τροφὰς ἐπιτηδείους,
3. κίνδυνός ἐστι τῷ προϋπάρχοντι μοχθηρῷ συνδιαφθαρῆναι
4. τὸ χρηστὸν, ὅθεν οὐδὲ πᾶσαν οἴονται διαφθορὸν ἰάσασθαι,
5. ἀλλ’ ἐκείνην μόνην, ἐφ’ ἧς ἰσχυρὸν μὲν ἔτι τὸ σῶμά ἐστιν,
6. ἡ δύναμις δ’ εὔρωστος. οὐ μὴν ἰῶδες ἐγένετο τὸ αἷμα
7. παντάπασιν, οὐδ’ ὅσον συνδιαφθεῖραι τὴν ἐπιῤῥέουσαν τροφὴν,
8. ἀλλ’ αὐτὸ μᾶλλον ὑπ’ ἐκείνης ἐπικραθῆναι. οὐ μὴν
9. οὐδὲ ὅταν τὸ πρὸς τὴν δύναμιν πλῆθος συστῇ, δυνατὸν
10. ἰάσασθαι ταχέως αὐτὸ, συγκαταλυομένης ἐνίοτε τῇ κενώσει
11. τῆς δυνάμεως. εἴρηται δὲ ἡμῖν καὶ περὶ τῆς διαθέσεως
12. τῆς τοιαύτης ἐν τῇ τῆς θεραπευτικῆς μεθόδου πραγματείᾳ.
13. ὀλιγάκις οὖν ἐπὶ τῇ κενώσει τὸν ἄνθρωπον δείξεις ὑγιαίνοντα
14. παραχρῆμα. γενήσεται μέντοι ποτὲ τοῦτο, καθάπερ καὶ
15. φαίνεται καὶ δείκνυσιν ἐναργῶς καὶ πεῖρα τοῦ λόγου τὴν
16. ἀλήθειαν. ἔνιοι γὰρ ἐπὶ ταῖς κενώσεσιν αὐτίκα πάντων
17. ἀπαλλάττονται τῶν ὀχληρῶν, ἀλλ’ οὐδ’ ἴσασι τὰς διαθέσεις
18. αὐτῶν οἱ ἰατροὶ πάντες, οὔτ’ εἰ γινώσκουσιν, εὐθέως διαγινώσκειν
1. δύνανται. οὗτοι τοίνυν οἱ μάλιστα ληροῦντες, ὧν
2. εἰ χρὴ τἀληθὲς εἰπεῖν, ὁ κορυφαῖός ἐστιν Ἰουλιανὸς, ἀνομίλητος
3. μὲν ἀεὶ διατελέσας τοῖς ἔργοις τῆς τέχνης. ἐξ ὧν
4. δὲ αὐτὸς γιγνώσκει θρασυνόμενος, ἀλλ’ ἡμεῖς γε δι’ αὐτῶν
5. τῶν ἔργων τῆς τέχνης πολλάκις ἐδείξαμεν ἐπὶ τῇ κενώσει
6. τοῦ πλήθους ἑκατέρου παραχρῆμα τοὺς ἀνθρώπους
7. ὑγιασθέντας. ἑκάτερον δὲ λέγω, τό θ’ ὡς πρὸς τὴν χώραν
8. τῶν ἀγγείων, ὃ καὶ πληθώραν ὀνομάζουσι, τό τε πρὸς τὴν
9. δύναμιν, ὅταν μὴ καταλύηται τῇ κενώσει. ταῦτα μὲν οὖν
10. ὅταν ἄρξηται ταὐτῶν ἐπισκέπτεσθαι τοὺς ἀῤῥώστους, ἅμα
11. τοῖς ἐπισταμένοις ἰάσασθαι μαθήσεται.
⟨
(Adv. Iul.) [n° 104 Fichtner] [GalLat]
Adversus ea quae Iuliano in Hippocratis aphorismos enuntiata sunt
Πρὸς τὰ ἀντειρημένα τοῖς Ἱπποκράτους ἀφορισμοῖς ὑπὸ Ἰουλιανοῦ
Contre Julianos
Against Julian (Adv. Jul.)
Wenkebach, 1951.
Adversus ea quae Juliano in Hippocratis Aphorismos enunciata sunt, 1829, vol. 18a, p. 246-299. urn:cts:greekLit:tlg0057.tlg094.verbatim-lat1
Adversus ea quae Juliano in Hippocratis Aphorismos enunciata sunt, 7, ed. Kühn, 1829, vol. 18a, p. 282-287. urn:cts:greekLit:tlg0057.tlg094.1st1K-grc1:7
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩