12. Τὰ δ’ ἑξῆς ἴδωμεν, ἐν οἷς τὸν Ἀσκληπιάδου
13. λόγον ὁ Ἰουλιανὸς μεταχειρίσεται, τοῦτον δὴ τὸν πολυθρύλητον,
14. ὡς οὐχ ἕλκει τῶν οἰκείων χυμῶν ἕκαστον τῶν καθαιρόντων
15. φαρμάκων, ἀλλ’ αὐτὸν γεννᾷ. λέλεκται δέ μοι
1. περὶ τούτου βραχέα μέν τινα κἀπὶ τῆς. τελευτῆς τοῦ περὶ
2. τῶν καθ’ Ἱπποκράτην στοιχείων, ὥσπερ κἀν τῷ πρώτῳ τῶν
3. φυσικῶν δυνάμεων. ὕστερον δὲ τῶν ἑταίρων ἀξιωσάντων
4. καὶ δι’ ἑνὸς ὅλου γράμματος, ὃ περὶ τῶν καθαιρόντων
5. φαρμάκων δυνάμεως ἐπιγέγραπται, τὸν μὲν ὅλον λόγον ὁ
6. βουλόμενος ἐξ ἐκείνων μανθανέτω, τοῖς δ’ ὑπὸ Θεσσάλου
7. εἰρημένοις, ἐνταῦθα ἀπανθήσω προσγράψας αὐτὰ κατὰ λέξιν.
8. ἀθλητὴν γὰρ λαμβάνοντες εὐέκτην ὃν βούλονται κατὰ
9. φύσιν ἔχοντα, χρηστῆς τούτῳ τῆς ὕλης ἐν τῷ σώματι
10. ὑποκειμένης καὶ ἀτρέπτου καθαρτικὸν δίδομεν καὶ δείκνυμεν
11. τὰ ἀποκρινόμενα καὶ σφόδρα διεφθορότα. εἶτ’ ἐπιλογιζόμεθα
12. μηδενὸς ἐνίστασθαι δυναμένου πρὸς τὸ λεγόμενον
13. ἐναντιωτικῶς, ὡς δὴ ἃ νῦν ἐκκρίνεται, δριμύτατά τε καὶ
14. διεφθαρμένα, πρὸ μὲν τοῦ καθαρτικοῦ οὐχ ὑπόκειται τοιάδε
15. τῷ ἀθλητῇ, εὐέκτης γὰρ ἐτύγχανεν ὤν. λείπεται οὖν μηδὲν
16. ἄλλο ἡμᾶς δύνασθαι λέγειν ἢ ὅτι ὑπὸ τοῦ φαρμάκου
17. ἀμφότερα γίνεται, πρῶτον μὲν τὸ τὴν ὕλην μεταβάλλειν
1. εἰς διαφθορὰν, δεύτερον δὲ καὶ ἀποκρίνεσθαι, εἴτε δι’ ἔμετον
2. εἴη εἴτε διὰ γαστρός. αὕτη μὲν ἡ τοῦ Θεσσαλοῦ ῥῆσις·
3. ἀκούσατε δὲ καὶ πρὸς ἡμῶν ἐν μέρει ὡς τὸ καθαίρεσθαι
4. πάντας χυμοὺς τὸν εὐέκτην οὐ μᾶλλόν τι τοῦ γεννᾶσθαι
5. νῦν ἐστι δηλωτικὸν ἢ τοῦ περιέχεσθαι πρόσθεν.
6. μάτην οὖν εἴρηκε μηδ’ ἑτέραν γε τῶν αἱρέσεων, μήτ’ ἀνατρέπων
7. ἐξ ἀνάγκης μήτε κατασκευάζων. εἰ δὲ τῶν ὑπαγόντων
8. τι τὴν γαστέρα διδοῖεν, ἀλλ’ οὐ φαρμακῶδές γε τοῦτό
9. ἐστιν αὐτοῖς, οὐδ’ ὥσπερ ἀναίσχυντος Θερσίτης δίδομεν
10. λέγειν καὶ δείκνυμεν, μήτε δοὺς αὐτὸς ἢ δείξας πώποτε,
11. μηδ’ ἄλλου δόντος ἢ δείξαντος θεασάμενος. οὐ μὴν ἡμεῖς
12. γε τοιοῦτοι τολμῶντες λέγειν ἢ γράφειν ἃ μὴ πράττομεν,
13. ἀλλὰ τοῖς ἔργοις αὐτοῖς πρότερον ἀποδεικνύντες τἀληθὲς,
14. τηνικαῦτα· τὴν ἀμφ’ αὐτὰ τέχνην ἐξηγούμεθα, ἅπερ ἐστὶν
15. ἀκοῦσαι τῶν ἐκ τῆς ἀγέλης τοῦ Θεσσαλοῦ, πόσους μὲν ὑδερικοὺς
16. ὑδραγωγῷ φαρμάκῳ καθήρας αὐτίκα τὴν γαστέρα
17. προσεσταλμένην ἀπέφηνα, πόσους ἰκτεριῶντας χολαγωγῷ
1. παραχρῆμα τὸν ἴκτερον ἰασάμην. ἀλλ’ οὐδὲ τούτων οὐδὲν
2. οὐδ’ ἄλλο τοιοῦτον Ἰουλιανὸς ἐθεάσατο. διὰ τῶν ἀθλητῶν,
3. φησὶ, δίδωμι καθαρτικὸν καὶ δείκνυμι. ἀκόλουθον μὲν γὰρ
4. δηλαδὴ τῷ τοσαύτης ἐμπληξίας μεστῷ καθαίρειν μὲν τοὺς
5. εὐχύμους ἀθλητὰς, μὴ καθαίρειν δὲ μήθ’ ὑδεριῶντας μήτε
6. μελαγχολῶντας, μήτε τὸν καλούμενον ἐλέφαντα νοσοῦντα,
7. μήτε καρκίνῳ κάμνοντα, μήθ’ ὑπὸ φαγεδαίνης ἢ ἐρυσιπέλατος
8. ἐνοχλούμενον, ἤ τινος ἄλλου κακοχύμου νοσήματος.
9. ἅλις ἤδη μοι καὶ τούτων αὐτοῦ τῶν λήρων. εἰ γὰρ
10. ἅπαντα λέγειν ὧν ἐστιν ἄξιος ἀκούειν Ἰουλιανὸς ἐπιχειρήσειέ
11. τις, οὐ μιᾶς ἢ δυοῖν, ἀλλὰ παμπόλλων αὐτῷ χρεία
12. βίβλων ἐστίν. ἀλλ’ ἀκούσωμεν οὖν αὐτοῦ τι τῶν ἐφεξῆς
13. ὡδί πως γράφοντος. ἄλλο δή φημι ἰσχυρότατον ὃ μᾶλλον
14. ὁρῶντας σωφρονίζεσθαι ἐχρῆν καὶ μὴ πάντα τῆς μελαίνης
15. χολῆς ἄγειν. ὅτι δὴ χολῆς ὑπεῖναι δοξαζομένης φλεγμαγωγὸν
16. δίδομεν, καὶ χολὴ μὲν ἀποκρίνεται, φλέγμα δὲ οὐκ, ἢ
17. φλέγματος ὑπονοουμένου φλεγμαγωγὸν, καὶ φλέγμα μὲν οὐκ
1. ἀποκρίνεται, χολὴ δὲ ἐπ’ ἀμφοῖν, ὑδραγωγὸν δίδομεν καὶ
2. τόδε οὔτε ὕδωρ φανήσεται τὸ φερόμενον, πάντων μάλιστα
3. παραδοξότατον, ὑδρωπικῶν σαφῶς ὕδατος παρακειμένου,
4. ἀπόκρισις γένοιτ’ ἂν, χολῇ μὲν διὰ χολαγωγοῦ, φλέγματι
5. δὲ διὰ φλεγμαγαγωγοῦ. αὕτη μὲν ἡ ῥῆσις· ἄξιον δὲ αὐτοῦ
6. ἄγασθαι πρῶτον μὲν τὸ κατὰ τὴν ἀρχὴν εἰρημένον ὡς
7. χρῆν μὴ πάντα τῆς μελαίνης χολῆς ἄγειν. μελαγχολῶντας
8. γὰρ ἡμᾶς δηλονότι λέγει τοὺς ἐπαινοῦντας Ἱπποκράτην.
9. ἀλλ’ οὗτός γε ὁ χαριεντισμὸς ἑτέροις μᾶλλον ἔπρεπεν, ὅσοι
10. δογματίζουσιν ὑπὸ μελαίνης χολῆς ἐνοχλεῖσθαι τοὺς μελαγχολῶντας.
11. Ἰουλιανὸς δὲ ὁμοιότατός ἐστι τῷ κατὰ τὸν Αἰσώπου
12. λόγον ὄνῳ, ὃς θεασάμενος ἓν τῶν Μελιταίων κυνίδιον
13. Ἀριστοσίτῳ δεσπότῃ συγκατακείμενον, ἁλλόμενόν τε
14. περὶ αὐτὸν καὶ σκιρτῶν καὶ σεῖον τὴν οὐρὰν, καί τι καὶ
15. φώνημα τερπνὸν ὑποφθεγγόμενον, ἐφ’ οἷς ἥδοντό τε καὶ
16. κατεφίλουν αὐτὸ πάντες οἱ σύνδειπνοι, μηδὲν μελλήσας ἀλλ’
17. εὐθὺς ἀναπηδήσας ἐπὶ τὴν κλίνην ὀγκᾶται καὶ κατ’ αὐτὸν
18. εἰλεῖτο, σείων τὴν οὐράν. ἀλλὰ τούτῳ παραπλησίως ὢν
1. Ἰουλιανὸς ἐπισκήπτει χαριεντιζόμενος εἰς μελαγχολίαν ἡμᾶς,
2. ἣν αὐτός φησιν ὑπὸ μελαίνης γίγνεσθαι χολῆς. κατέλειπε
3. τοίνυν ἡμᾶς ἐπί σοι λέγειν τὴν μέλαιναν, ὃς οὐδὲ τῶν ἰατρικῶν
4. παιδαρίων ἀμείνων ὑπάρχων τὴν τέχνην ἐπιτιμᾷς
5. Ἱπποκράτους. τίς ταύτης μείζων μελαγχολία; τίς ἀπαιδευσία
6. φανερωτέρα; τὶς τόλμη προπετεστέρα; καθ’ ἡμῶν, Ἰουλιανὲ,
7. χαριεντίζῃ τοιαῦτα καὶ συνάπτεις αὐτὰ λόγοις ἀμαθέσιν,
8. ὡς ἂν μὴ παῖδα λαθεῖν αὐτῶν τὴν ἀτοπίαν. Ἱπποκράτους
9. γὰρ εἰρηκότος οὔθ’ ἡλικίαν οὔθ’ ὥραν ἔτους
10. οὔθ’ ὅλως οὐδένα καιρὸν εὑρεθῆναι δύνασθαι, καθ’ ὃν
11. ἀπόλλυταί τις ἐκ τοῦ σώματος ἡμῶν χυμὸς, ὃν αὐτὸς ἀεί
12. φησιν ὑπάρχειν, αἵματος δηλονότι καὶ φλέγματος
13. καὶ χολῶν διττῶν. ἅπαντας μὲν γὰρ εἶναι διὰ παντὸς, αὐξάνεσθαι
14. δ’ ἄλλον ἐν ἄλλῃ κράσει καὶ φύσει σώματος, ἡλικίᾳ
15. τε καὶ ὥρᾳ καὶ χώρᾳ καὶ νοσήματι νομίζεις καταβάλλεσθαι
16. τὸν λόγον, εἰ τῷ χολῶντι φλέγματος ἀγωγὸν δοθείη
17. φάρμακον, τουτὶ μὲν κενούμενον φαίνοιτο, χολὴ δὲ οὐ κενοῦται.
1. φέρε τοίνυν ἡμῖν τοῦτο φαίνεται γιγνόμενον, μηδ’
2. ἐκκενοῦν τὸ φάρμακον ἀεὶ τὸν οἰκεῖον ἑαυτῷ χυμόν. ἆρ’
3. οὖν ἐναργῶς ἐδόκει ψευδὲς εἶναι τὸ Ἱπποκράτους δόγμα;
4. εἰ γὰρ ὁμοτίμως μὲν ἅπαντας ἕλκει τοὺς χυμοὺς ἕκαστον
5. τῶν καθαιρόντων, ἀλλοιοῦν δ’ εἰς μίαν ἰδέαν αὐτοὺς, ἣν
6. πέφυκεν, οὐδὲν διοίσει τοῦ φλεβοτομεῖν τὸ καθαίρειν. ἀλλ’
7. εἴπερ τοῦτο οὕτως ἔχει, ῥᾷστον ἤδη τῇ πείρᾳ κρῖναι τὸ
8. δόγμα καὶ δυοῖν ἀνθρώπων ἀσκίτην ὕδερον ἐχόντων ἴσον
9. τὸ μέγεθος, ἐπὶ τῇ τοῦ σώματος ἕξει τε καὶ ἡλικίᾳ παραπλησίως
10. διακειμένων, τῷ μὲν ἑτέρῳ δοῦναι τῶν ὑδραγωγῶν
11. τι φάρμακον, τοῦ δ’ ἑτέρου τεμεῖν τὴν φλέβα,
12. κἄπειτα θεάσασθαι τίς μὲν ἐξ αὐτῶν ὠφελεῖται, τίς δὲ
13. βλάπτεται. δίκαιον μὲν ἦν ἴσον ἑκατέρῳ ποιήσασθαι τὸ
14. πλῆθος τῆς κενώσεως, τοσαύτας κοτύλας ἐκχέοντας τοῦ
15. αἵματος, ὅσας τοῦ κενωθέντος, ὡς οὗτοι νομίζουσιν ὕδατος
16. ὑπὸ τοῦ καθαρτικοῦ φαρμάκου. κἂν τοῦτο συγχωρήσωμεν
17. αὐτοῖς καὶ τοῦ μὲν ἑτέρου διὰ τῆς καθάρσεως κενώσομεν
18. κοτύλας ὕδατος, εἰ τύχοι ιε΄, τοῦ δ’ ἑτέρου διὰ τῆς φλεβοτομίας
1. δύο μόνας ἐπίδωμεν ὅστις μὲν αὐτῶν ἐσφάγη. τί
2. γὰρ ἂν ἄλλο τις εἴποι περὶ τοῦ φλεβοτομηθέντος ὑδεριῶντος;
3. ὅστις δ’ ὤνηται τὰ μέγιστα. τί, λέγομεν, ὦ οὗτος;
4. ἆρα ἴσως ἢ παραπλησίως ὁ νῦν εἰρημένος ἔλεγχος ὅσῳ μικρὸν
5. ἔμπροσθεν ἐγχειρήσας, καθαρτικὸν χολῆς, φησὶ, διδόσθω
6. τινὶ τῶν ὑδεριόντων, κενώσει μὲν, ὦ οὗτος, καὶ τουτὶ
7. χολὴν, ἀλλ’ ὀλίγην τε καὶ σὺν οὐδενὶ χρηστῷ· καθαρτικὸν
8. ὑδατώδους ἰχῶρος διδόσθω τῷ χολῶντι, κενώσει μὲν ὑδατῶδες,
9. ἀλλ’ ὀλίγον τε καὶ μετὰ βλάβης. πάλιν οὖν διδόσθω
10. τὸ μὲν ὑδραγωγὸν τῷ τὸν· ἀσκίτην νοσοῦντι, τὸ δὲ
11. χολαγωγὸν τῷ τὸν ἴκτερον, καὶ πολὺ κενωθήσεται τῶν ἀνθρώπων
12. ἑκάτερος καὶ σὺν ὠφελείᾳ μεγάλῃ. ταῦτα εἰ μὲν
13. οὐδέπω ἀνέγνω γεγραμμένα παρὰ τινι τῶν ἰατρῶν ὁ Ἰουλιανὸς,
14. θαυμάζω τὴν φιλοπονίαν τἀνδρός. ἀναγνοὺς δ’ εἰ
15. ἐτόλμησε γράφειν ἅπερ ἔγραψεν, ἄξιον ἄγασθαι τὴν σύνεσιν
16. αὐτοῦ. νομίζω γὰρ ἐγὼ νῦν ἀκούσασι τῶν εἰρημένων ἀρτήσειν
17. αὐτῶν τὰ ὦτα. Ἰουλιανὸς δ’ ἐν οἷς ἔγραψε περὶ
1. αὐτῶν ἡγεῖται μελαγχολᾷν ἡμᾶς. ἀποκρίνασθαι τοιγαροῦν
2. ἀναμνησθεὶς τῶν φιλοσόφων οὓς ἐπῄνεσε, παρὰ τίνος αὐτῶν
3. ἔμαθε νόμον ἀποδείξεως τοιοῦτον, οἵῳ φαίνεται κεχρημένος.
4. εἰ γὰρ ἐπεφύκει, φησὶ, τὸ χολαγωγὸν φάρμακον ἐκκαθαίρειν
5. τοῦ ζώου τὴν χολὴν, οὐκ αὐτὴν γεννᾷν, οὐκ ἂν
6. ἐκενοῦντο χολὴν τοῖς φλεγματώδεσι. θαυμαστή γε ἡ τοῦ
7. ἀκολούθου γνῶσις· ὦ τῆς μεγάλης διαλεκτικῆς τοῦ σοφιστοῦ.
8. τί συνετὸν οὕτω Χρύσιππος ἢ Ἀριστοτέλης ἢ Πλάτων εἶπεν;
9. οἵ γε, εἰ περὶ τούτων αὐτῶν ἐπισκέψασθαι προὐτάθη,
10. τὸ μηδὲ ὅλως περιέχεσθαι κατὰ τὸ σῶμα χολὴν πάντες
11. ἂν ἔφασαν ἕπεσθαι τὸ μηδ’ ὅλως ὑπὸ τῶν χολαγωγῶν ἐκκενοῦσθαι,
12. τὸ δ’ ὀλίγον περιέχεσθαι, τὸ τὴν ἑλκομένην
13. ὑπ’ αὐτῶν ὀλίγην ὑπάρχειν, ὥσπερ γε εἰ πολὺ περιέχοιτο,
14. πολλὴν εἶναι τὴν ἑλκομένην. ἀλλ’ Ἰουλιανὸς ὁ τῆς καινῆς
15. διαλεκτικῆς σοφιστὴς ἀξιοῖ μηδ’ ὅλως ἕπεσθαι χολὴν τοῖς
16. χολαγωγοῖς, ὅταν ὀλίγη ποθ’ ὑπάρχῃ κατὰ τὸ ζῶον. εἶθ’
17. ἡμᾶς μὲν λέγει μελαγχολῶντας τοὺς ὑδραγωγὸν διδόντας
1. φάρμακον τοῖς ὑδεριῶσιν. ἑαυτὸν δὲ σωφρονεῖν, οὗ τοῖς
2. δόγμασιν ἕπεται φλεβοτομεῖν αὐτούς. ὁμοιότατον δὲ τούτοις
3. αὐτοῦ τοῖς λόγοις ἐστὶ καὶ τὸ διὰ τῶν ἐχομένων εἰρημένων
4. ἐν τῇδε τῇ ῥήσει· τό τε γίγνεσθαι ἐπὶ τὸ πλεῖστον ἐναλλὰξ
5. ἐπίτασις τε καὶ ἄνεσις, ὑγεία ἀδιόριστος· ὁμοιούμενός τις,
6. ὡς πρὸς ἡμῶν κατὰ πᾶν συνεχείας, ἐν τῷ σπανίως ὀλιγάκις
7. τε φαινομένῳ. ἐν τούτοις Ἰουλιανὸς καταβάλλει τὴν δόξαν
8. τῶν οἰομένων ἀεὶ σωματικὰς εἶναι τὰς κατασκευὰς τῶν παθῶν,
9. ταῦτα ὡς μαρτυροῦντα, γράφοντας ἐπιτάσεις καὶ τὰς
10. ἀνέσεις τῶν νοσημάτων, οἰόμενος συμφωνεῖν μὲν τῇ δόξῃ
11. τῶν μεθοδικῶν, ἐναντιοῦσθαι δὲ τῇ τοῦ παλαιοῦ. καίτοι
12. ταὐτὸ τὸ ἐναντιώτατον εὕροις ἄν. αἱ μὲν γὰρ τοῖς στερεοῖς
13. τοῦ ζώου μέρεσι διαθέσεις ἐστηριγμέναι τ’ εἰσὶ καὶ
14. μόνιμοι, τὰ δὲ ὑγρὰ καὶ μεταῤῥεῖν εἰκὸς εἰς ἄλλο μόριον
15. τοῦ ζώου καὶ διαφορεῖσθαι λεπτυνόμενα καὶ κατά τινας
16. αἰσθητοὺς πόρους ἐκκρίνεσθαι, καὶ ποτὲ μὲν ὑπὸ τῆς διοικούσης
17. τὰ ζῶα φύσεως πεπτόμενα χρηστότερα γίνεσθαι,
1. ποτὲ δ’ ὑπὸ πυρετώδους θερμασίας ἀλλοιούμενα μοχθηρότερα,
2. καὶ τὰ μὲν διαπνεῖσθαι ὑπὸ τῆς πυρετώδους θερμότητος,
3. τὰ δ’ αὐτῶν βελτίω γίγνεσθαι κεραννύμενα
4. χρησταῖς τροφαῖς, τὰ δὲ συνδιαφθείρεσθαι ταῖς ἐπιῤῥεούσαις,
5. ἤτοι γ’ εὐθὺς ἔξωθεν οὔσαις μοχθηραῖς ἢ μὴ καλῶς
6. ἔτι ἐν τῇ γαστρὶ πεφθείσαις, * * * *
7. τοὺς δ’ ἐπὶ σηπεδόνι χυμῶν ἀναπτομένους οὐδὲν δήπου
8. θαυμαστόν ἐστιν ὡς ἂν ἐκεῖνα τύχῃ κατά τε χώρας ἀθροιζόμενά
9. τε καὶ σηπόμενα καὶ κενούμενα, τάς τε γενέσεις
10. ἴσχειν καὶ τὰς παρακμάς. ἀλλ’ ἐν μὲν τούτοις ἀνάσχοιτ’
11. ἄν τις ἴσως αὐτῶν· ὃ δ’ ἐφεξῆς ἔγραψεν Ἰουλιανὸς οὐκ
12. ἔτι κοινὸν. ἁπάντων ὑπάρχον, ἀλλ’ ἴδιον ἐξαίρετον ἑαυτῷ,
13. τοῦτ’ ἤδη σοι δίειμι. ὅλην δ’ ἄμεινόν μοι δοκεῖ παραγράψαι
14. τὴν ῥῆσιν, εἰ καὶ μακροτέρα πώς ἐστιν ἔχουσαν ὧδε.
15. ὅτι δ’ ἀδιανόητον ἐπὶ πλῆθος ἢ διαφθορὰν, ὃ ἄν τι πρὸς
16. τοῦ νῦν τιθέναι, ἀναφέρειν τὸ ποιητικὸν τῆς νόσου, τί δ’
17. ἄν τις συμμελέστατα διαγνοίη τοῦ πάθους δι’ ὅλου τοῦ
18. σώματος ἀπιόντος; ἀναγκαῖον ὁμολογεῖν πάντα περιττεύειν
1. ἐν παντὶ μέρει τε καὶ μορίῳ. τῷ ἀποτελέσματι γὰρ συμπαρατείνεσθαι
2. χρὴ τὸ συνέχον αἴτιον. χωρεῖ δὲ δι’ ὅλου
3. πάθη, ὡς πυρετοὶ ἄλλα τε μύρια, ἐφ’ ὧν ἐν τῷ ὅλῳ καὶ
4. τὸ πλῆθος εἶναι δεῖ. καὶ τὸ τοῖς πλεῖον ὅταν πλεῖον καὶ
5. τὸ νόσημα ᾖ καὶ τὸ τοῖς πλεῖον καὶ συγκεχωρημένον ὧδέ
6. πως φάναι. εἰ δέ γε * * * * διὰ ἀντιφῶν τὸ
7. πλῆθος τοῦ ὑγροῦ. καὶ μὴν Ἰουλιανὸς οὐ βούλεται τῶν καθόλου
8. τὸ σῶμα νοσημάτων ἐν ἑνὶ τόπῳ τὴν συνεκτικὴν
9. ὑπάρχειν αἰτίαν. ἀλλὰ κἂν τὴν ῥύσιν ὑπόθηταί τις ἐπὶ
10. τῷ βουβῶνι γίγνεσθαι συνέχον αἴτιον οὖσαν τοῦ πυρετοῦ,
11. εἰς τοσαύτην ἀπορίαν ὁ λόγος ἀχθήσεται. λυομένου γὰρ
12. τοῦ βουβῶνος οὔτε διαμένειν αὐτὴν οὔτε παύεσθαι δυνατὸν,
13. ἐπειδὴ μενούσης μὲν ἀναγκαῖόν ἐστι καὶ τὸν πυρετὸν
14. διαλύεσθαι, λυομένης δὲ συνεκτικὸν ἑαυτῆς αἴτιον ἔχειν τὸν
15. βουβῶνα, κἀν τούτῳ τὸν λόγον ἀνατρέπεσθαι, τοῦ θαυμαστοῦ
16. προστάτου, φάσκοντος ἀδύνατον εἶναι τὸ καθ’ ὅλον
17. τοῦ σῶμα πάθος αἴτιον ἐν ἑνὶ τόπῳ συστῆναι. καὶ μὴν
1. οὐδ’ ἄλλην τινὰ ἔννοιαν εἰπεῖν ἔχει τοῦ συνέχοντος αἰτίου,
2. παρὰ τὸ γίνεσθαί τι πρὸς αὐτοῦ καὶ παύεσθαι σὺν αὐτῷ,
3. πλὴν εἰ κἀνταῦθα πάλιν ἐξαίφνης ἑαυτὸν εἶναί φησι στωϊκὸν,
4. ὡς ἐν ἄλλοις ἐποίησεν. ἀλλὰ τοῦτό γε πράξας οὐ νόσου
5. μόνον, ἀλλὰ καὶ τῆς ὑγείας αὐτῆς αἴτιον ἀποφανεῖταί
6. τινα καὶ θερμὸν καὶ ψυχρὸν ἀναγκασθήσεταί τι λέγειν εἶναι
7. νόσημα καὶ ξηρὸν καὶ ὑγρὸν, ἅπερ οὐ βούλεται. μὴ τοίνυν
8. ληρείτω μάταια, μηδ’ ἐμπλήκτων τρόπον, ἀλλὰ τἄλλα φανταζέσθω,
9. ποτὲ μὲν ἐπαινῶν στωϊκοὺς, ποτὲ δ’ ἀναιρῶν αὐτῶν
10. τὰ δόγματα.
⟨
(Adv. Iul.) [n° 104 Fichtner] [GalLat]
Adversus ea quae Iuliano in Hippocratis aphorismos enuntiata sunt
Πρὸς τὰ ἀντειρημένα τοῖς Ἱπποκράτους ἀφορισμοῖς ὑπὸ Ἰουλιανοῦ
Contre Julianos
Against Julian (Adv. Jul.)
Wenkebach, 1951.
Adversus ea quae Juliano in Hippocratis Aphorismos enunciata sunt, 1829, vol. 18a, p. 246-299. urn:cts:greekLit:tlg0057.tlg094.verbatim-lat1
Adversus ea quae Juliano in Hippocratis Aphorismos enunciata sunt, 8, ed. Kühn, 1829, vol. 18a, p. 287-299. urn:cts:greekLit:tlg0057.tlg094.1st1K-grc1:8
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩