14. Ὁμοῦ δὲ ἄρθρον ἕνα τρόπον οἶδα ὀλισθαῖνον τὸν ἐς τὴν
15. μασχάλην.
17. Ὅτι τῶν διαρθρουμένων ὀστῶν ἀλλήλοις ἄρθρον ὀνομάζειν
18. εἴωθεν, οὐ τὴν ὑποδεχομένην κοιλότητα τὸ τοῦ πλησιάζοντος
1. ὀστοῦ πέρας, ἀλλ’ αὐτὸ τὸ πέρας, εἴρηται μὲν
2. κατὰ τὸν ἔμπροσθεν ἤδη λόγον, ἀναμεμνήσθω δὲ καὶ νῦν
3. ὅτι κεφαλὴν ἀξιόλογον ὁ βραχίων ἔχων οὐ πάνυ βαθεῖαν
4. κοιλότητα διαρθροῦται τῷ πέρατι τοῦ τῆς ὠμοπλάτης αὐχένος
5. ἐπικείμενος, καὶ ὅτι τὰ τοιαῦτα πράγματα ποτὲ μὲν
6. οὕτως εἴωθεν ἑρμηνεύειν, ὡς νῦν εἴρηκεν, ὤμου δὲ ἄρθρον,
7. ἐνίοτε δὲ οὐχ οὕτως, ἀλλ’ ὡς εἰ τὸ κατ’ ὦμον ἄρθρον εἰρήκει,
8. καθάπερ ἐν τῷ περὶ ἀγμῶν, τότε κατὰ γόνυ πολλάκις
9. εἷπεν. ἕνα δὲ τρόπον, ὅπερ ἐστὶ διαφορὰν μίαν, εἰδέναι
10. φησὶ τοῦ κατὰ τοῦτο τὸ ἄρθρον ὀλισθήματος. εἰ δ’ ὀρθῶς
11. λέλεκται τοῦτ’ αὐτῷ κατὰ τὸν ἐφεξῆς λόγον
12. ἐπισκεψόμεθα.