7. Αὕτη ἡ ἐμβολὴ καὶ ἡ πρόσθεν εἰρημένη οὐ κατὰ
8. φύσιν ἐοῦσαι ὅμως ἀμφιβάλλουσαι τὸ ἄρθρον, ἀναγκάζουσιν
9. ἐμπίπτειν.
11. Οὐ κατὰ φύσιν αὐτὰς εἶπε διὰ τὸ μὴ κατ’ εὐθείας
12. γραμμὰς γίνεσθαι τὴν κίνησιν τῷ ἄρθρῳ, κατὰ περικύλισιν
13. δὲ μᾶλλον, ὡς εἴρηται. κίνδυνος δὲ ἐν τῷδε γίνεται τῆς
14. περιθραύσεως τῶν ἐξοχῶν. τὸ δὲ ἀναγκάζουσι προσέθηκε,
15. τὸ βίαιον αὐτῶν ἐνδεικνύμενος.