14. Ἔστι δὲ καὶ ἄλλη ἐμβολὴ ὡς κατωμίζουσιν ἐς ὀρθόν· μείζω
15. μέντοι εἶναι χρὴ τὸν κατωμίζοντα, διαλαβόντα δὲ τὴν
16. χεῖρα ὑποθεῖναι τὸν ὦμον τὸν ἑωυτοῦ ἐπὶ τὴν μασχάλην
17. ὀξύν.
1. Πρῶτος μὲν οὖν αὐτῷ τρόπος ἐμβολῆς εἴρηται ὁ διὰ
2. τῶν δακτύλων γινόμενος, ἤτοι τοῦ κάμνοντος ἢ τοῦ ἰατροῦ,
3. δεύτερος δὲ ὁ διὰ τῆς πτέρνης, ἐφ’ οἷς τρίτος ὁ διὰ τοῦ
4. κατωμισμοῦ. καλοῦσι γὰρ οὕτως αὐτὸν, ἐπειδὴ καὶ αὐτὸς
5. ἔφη ὡς κατωμίζουσιν ἐς ὀρθόν. ὅπως δὲ γίνεται τοῦτο,
6. σαφῶς αὐτὸς ἐδίδαξε κελεύσας τὸν κατωμίζειν μέλλοντα
7. διαλλάσσειν ταῖς ἑαυτοῦ χερσὶ τὴν ἐξηρθρηκυῖαν χεῖρα καὶ
8. οὕτως ἀποξύναντα τὸν ἴδιον ὦμον εἰς τὴν κάμνοντος ὑποθεῖναι
9. μασχάλην, ὡς ἕδραν αὐτῷ γενέσθαι τῆς ἐξοχῆς τὴν
10. ἐν ἐκείνῳ κοιλότητα.