13. Κἄπειτα ὑποστρέψαι, ὡς ἂν ἐνίζηται ἕδρα, οὕτω στοχασάμενον,
14. ὅκως ἀμφὶ τὸν ὦμον τὸν ἑωυτοῦ κρεμάσαι τὸν ἄνθρωπον
15. κατὰ τὴν μασχάλην. αὐτὸς δὲ ἑωυτὸν ὑψηλότερον
16. ἐπὶ τοῦτον τὸν ὦμον ποιεέτω ἢ ἐπὶ τὸν ἕτερον. τοῦ
17. δὲ κρεμαμένου τὸν βραχίονα πρὸς ἑωυτοῦ στῆθος προσαναγκαζέτω
18. ὡς τάχιστα. ἐν τούτῳ δὲ τῷ σχήματι προσανασειέτω,
1. ὁκόταν μετεωρήσῃ τὸν ἄνθρωπον ὡς ἀντιῤῥέποι
2. τὸ ἄλλο σῶμα αὐτῷ ἀντίον τοῦ βραχίονος τοῦ κατεχομένου.
3. ἢν δὲ ἄγαν κοῦφος ἔῃ ὁ ἄνθρωπος, προσεπικρεμασθήτω
4. τούτου ὄπισθέν τις κοῦφος παῖς. αὗται δὲ αἱ
5. ἐμβολαὶ πᾶσαι κατὰ παλαίστρην εὔχρηστοί εἰσιν, ὅτι οὐδὲν
6. ἀλλοίων δέονται ἐπεισενεχθῆναι, χρήσαιτο δ’ ἄν τις
7. ἄλλοθι.
9. Τὴν ὑποστροφήν φησι δηλῶν τοῦ κατωμίζοντος
10. ὦμον, ὡς ὅταν ἐπελθόντες δίφρῳ περιστρεφώμεθα καθίζοντες
11. ἐπ’ αὐτόν. ὅταν δὲ τοῦ κατωμίζοντος ἐκκρεμαθήσεται,
12. δῆλον ὅτι κατὰ τὸν νῶτον αὐτοῦ καὶ οὕτως ἀντίτασιν
13. ἐργάσεται τῆς κατατεινομένης εἰς τὸ πρόσω χειρός. εἰ δὲ
14. εἴη κοῦφος ὁ κατωμιζόμενος, προσεκκρεμασθῆναι παῖδα κοῦφον
15. κελεύει, χάριν τοῦ μεῖζον ἐργάσασθαι τὸ βάρος τῆς
16. ἀντιτάσεως. ἀνασείεσθαι δὲ τὸν τοῦ κάμνοντος ὦμον ὑπὸ
17. τοῦ κατωμίζοντος ἀξιοῖ, χάριν τοῦ κατ’ εὐθὺ γενέσθαι τὸν
18. βραχίονα τῆς ἰδίας ἕδρας. εἴρηται γὰρ ἡμῖν πολλάκις ὡς
1. ὅταν ἐν τούτῳ καταστῇ τὸ ἐμβαλλόμενον ἄρθρον, ἑτοίμην
2. ἴσχει τὴν ἔμπτωσιν, εἰ καὶ μὴ συνεπωθοῦμεν ἡμεῖς αὐτὸ
3. τῶν μυῶν ἐργαζομένων τὸ δέον.