6. Ἀτὰρ καὶ οἱ περὶ τὰ ὕπερα ἀναγκάζοντες ἐγγύς τι τοῦ κατὰ
7. φύσιν ἐμβάλλουσι. χρὴ δὲ τὸ μὲν ὕπερον κατειλῆχθαι
8. ταινίῃ τινὶ μαλθακῇ, ἧσσον γὰρ ἂν ὑπολισθάνοι, ὑπηναγκάσθαι
9. δὲ μεσηγὺ τῶν πλευρέων καὶ τῆς κεφαλῆς τοῦ
10. βραχίονος· καὶ ἢν μὲν βραχὺ ἔῃ τὸ ὕπερον, καθῆσθαι
11. χρὴ τὸν ἄνθρωπον ἐπὶ τινος, ὡς μόλις τὸν βραχίονα
12. περιβάλλειν δύνηται περὶ τὸ ὕπερον. μάλιστα δὲ ἔστω
13. μακρότερον τὸ ὕπερον, ὡς ἂν ἑστὼς ὁ ἄνθρωπος κρέμασθαι
14. μικροῦ δέῃ ἀμφὶ τῷ ξύλῳ· κἄπειτα ὁ μὲν βραχίων
15. καὶ ὁ πῆχυς παρατεταμένος περὶ τὸν ὕπερον ἔστω.
16. τὸ δὲ ἐπὶ θάτερα τοῦ σώματος καταναγκαζέτω τις ὑπερβάλλων
17. κατὰ τὸν αὐχένα παρὰ τὴν κληῖδα τὰς χεῖρας.
1. Καὶ οὗτοι μὲν καθόσον ἀντιτάσει χρῶνται, κατὰ φύσιν
2. ἐμβάλλουσι, καθόσον δὲ ὡσαύτως, ἐφεξῆς περισφάλλεται
3. τὸ κυρτὸν τοῦ ἄρθρου ὑπεροειδοῦς ἐν τούτῳ τῷ κατὰ
4. φύσιν ἁμαρτάνουσι. τὰ δὲ κατὰ μέρος τῆς λέξεως ἁπλᾷ.