6. Χρὴ μέντοι καὶ ἐπὶ τῷ κλιμακτῆρι ἐπιδεδέσθαι τι ἄνωθεν
7. στρογγύλον, ἐναρμόσσον ἐς τὸ κοῖλον τῆς μασχάλης, ὃ
8. προσδιαναγκάσῃ τὴν κεφαλὴν τοῦ βραχίονος ἐς τὴν φύσιν
9. ἀπιέναι.
11. Ἐξ αὐτοῦ τοῦ κατὰ τὸν κλιμακτῆρα ξύλον τοιοῦτον
12. ἐξέχον εὐθὺς ἀπ’ ἀρχῆς γίνεται κατὰ τὸ μηχανικὸν κλιμάκιον,
13. ᾧ καὶ ἡμεῖς συνήθως χρώμεθα. παραπλήσιον δέ ἐστι
14. τῷ κατὰ τὴν ἐφεξῆς ὑπ’ αὐτοῦ μέλλοντι γράφεσθαι ξύλῳ
15. κατὰ τὴν ἄμβην ἔχοντι τὸ πέρας, ἐφ’ οὗ καὶ πάλιν προσαγορεύουσιν
16. αὐτὸ ἄμβην οἱ μετ’ αὐτὸν ἰατροὶ πάντες. ἐπιτιθέναι
17. δὲ τοῦτο καὶ τοῖς στασίμοις ὀργάνοις, οἷον ἐστι τό τε
18. τοῦ Ἀνδρέου καὶ τὸ τοῦ τέκτονος, ὧν οὐδενὸς ἀναγκαῖόν
1. ἐστι λέγειν νῦν τὴν κατασκευήν. εἴρηται γὰρ μυρίοις τῶν
2. νεωτέρων ὀργανικῶν, ἐν οἷς γεγράφασι περὶ τῶν ὀργάνων.
3. ἡμῖν δὲ νῦν πρόκειται Ἱπποκράτους ἐξηγεῖσθαι χρωμένου
4. πρὸς ἅπαντα τὰ σφοδροτέρας ἀντιτάσεως καὶ μοχλείας δεόμενα
5. τῷ καλουμένῳ βάθρῳ.