15. Ἄνω δὲ οὐδέποτε εἶδον οὐδὲ ἐς τὸ ἔξω.
1. Τῆς κατὰ τὸν ὦμον διαρθρώσεως ἡ κοιλότης, ἣν ἐπὶ
2. τῷ πέρατι τοῦ τῆς ὠμοπλάτης αὐχένος ἔφην ὑπάρχειν, εἰς
3. τὸ πρόσω τέτραπται μέρος, ὥσθ’, ὅταν ἀνατείνῃ τις τὸν
4. βραχίονα, καταλαμβάνειν αὐτοῦ τὴν κεφαλὴν ἅπαν ἀκριβῶς
5. τὸ κοῖλον. ἁπάσης δὲ διαρθρώσεως ἕξ τῶν πέριξ χωρῶν
6. οὐσῶν, τῆς ἄων καὶ κάτω καὶ πρόσω καὶ ὀπίσω καὶ ἕξω
7. καὶ ἔνδον, ἡ μὲν ἀκριβῶς ἄνω μὲν τοῦ κατ’ ὦμον ἄρθρου
8. τὸ σαρκῶδες ἐπιβεβλημένον ἔχει τοῦ δελτοειδοῦς ὑπὸ τινῶν
9. ὀνομαζομένου μυὸς, ἡ δ’ ὡς πρὸς τὸν τράχηλον ἐκκλινομένη
10. τὴν ῥάχιν τῆς ὠμοπλάτης, ᾗ τῆς κλειδὸς ζευγνυμένης τὸ
11. καλούμενον ἀκρώμιον γεννᾶται. κατὰ δὲ τὴν ἔξω χώραν
12. ἐστὶν ἡ ἀπόφυσις τῆς ὠμοπλάτης, ἣν διὰ τὸ σχῆμα τινὲς
13. μὲν ἀγκυροειδῆ προσαγορεύουσιν, ἔνιοι δὲ κορακοειδῆ. αὕτη
14. μὲν οὖν κωλύει τὴν εἰς τοῦτο τὸ μέρος ἔκπτωσιν τοῦ ἄρθρου,
15. τὴν δ’ ὀπίσω τίς ἂν ἡμῶν ἐννοῆσαι δύναιτο τῆς
16. ὠμοπλάτης ἐνταῦθα κειμένης. λοιποὶ τοίνυν ἀφρούρητοι
17. τόποι τέσσαρές εἰσιν, εἰς οὓς ἐννοῆσαι δύναται τὸ
18. ἄρθρον ἐκπίπτειν, ὧν ἁπάντων ἐμνημόνευσε, τοῦ μὲν κάτω
1. κατ’ αὐτοῦ τοῦ βιβλίου τὴν ἀρχὴν εἰπὼν, ὤμου δὲ ἄρθρον
2. ἕνα τρόπον οἶδα ὀλισθαῖνον τὸν εἰς τὴν μασχάλην,
3. τῶν λοιπῶν δὲ τριῶν ὀνομαστὶ, πρώτου μὲν τοῦ ἄνω, δευτέρου
4. δὲ τοῦ ἔξω, τρίτου δὲ τοῦ πρόσω. προσέχωμεν οὖν
5. τὸν νοῦν, τίνα λέγει περὶ τῶν δύο τρόπων ὧν ἐν ταύτῃ τῇ
6. ῥήσει προεχειρίσατο.