8. Ἔπειτα χρὴ μεσηγὺ δύο στύλων στρωτῆρα πλάγιον εὖ προσδῆσαι,
9. ἔπειτα ὑπερενεγκεῖν τὴν χεῖρα ξὺν τῷ ξύλῳ ὑπὲρ
10. τοῦ στρωτῆρος, ὅκως ἡ μὲν χεὶρ ἐπὶ θάτερα ἔῃ, ἐπὶ
11. θάτερα δὲ τὸ σῶμα, κατὰ δὲ τὴν μασχάλην ὁ στρωτήρ.
12. κἄπειτα ἐπὶ μὲν θάτερα τὴν χεῖρα καταναγκάζειν ξὺν τῷ
13. ξύλῳ περὶ τὸν στρωτῆρα, ἐπὶ θάτερα δὲ τὸ ἄλλο σῶμα.
14. ὕψος δὲ ἔχων ὁ στρωτὴρ προσδεδέσθω, ὥστε μετέωρον
15. τὸ ἄλλο σῶμα εἶναι ἐπ’ ἄκρων τῶν ποδῶν, οὗτος ὁ τρόπος
16. παραπολὺ κράτιστος ἐμβολῆς ὤμου. δικαιότατα μὲν
17. γὰρ μοχλεύει, ἢν καὶ μόνον ἐσωτέρω ἔῃ τὸ ξύλον τῆς κεφαλῆς
18. τοῦ βραχίονος, δικαιόταται δὲ αἱ ἀντιῤῥοπαὶ,
1. ἀσφαλέες δὲ τῷ τοῦ βραχίονος ὀστῷ. τὰ μὲν οὖν
2. νεαρὰ ἐμπίπτει θᾶσσον ἢ ὡς ἄν τις οἴοιτο, πρὶν ἢ κατατετάσθαι
3. δοκέειν.
5. Στύλους μὲν δῆλον ὅτι λέγει τοὺς κίονας, στρωτῆρα
6. δὲ ξύλον μεταξὺ ἧκον ἀπὸ τοῦ ἑτέρου κίονος ἐπὶ τὸν ἕτερον.