9. Ἀτὰρ καὶ τὰ παλαιὰ μούνη αὕτη τῶν ἐμβολέων οἵη τε ἐμβιβάσαι,
10. ἢν μὴ ἤδη ὑπὸ χρόνου σὰρξ μὲν ἐπεληλύθῃ ἐπὶ
11. τὴν κοτύλην, ἡ δὲ κεφαλὴ τοῦ βραχίονος ἤδη τρίβον ἑωυτῇ
12. πεποιημένη ἔῃ ἐν τῷ χωρίῳ, ἵνα ἐξεκλίθῃ, οὐ μὴν
13. ἀλλ’ ἐμβάλλειν γάρ μοι δοκέει καὶ οὕτω πεπαλαιωμένον
14. ἔκπτωμα τοῦ βραχίονος, τί γὰρ ἂν δικαίη μόχλευσις
15. οὐχὶ κινήσειε; μένειν μέντοι οὐκ ἄν μοι δοκέῃ κατὰ χώραν,
16. ἀλλ’ ὀλισθαίνειν ἂν ὡς τὸ ἔθος. τὸ αὐτὸ δὲ ποιέει
17. καὶ περὶ κλιμακτῆρα καταναγκάζειν, τοῦτον τὸν τρόπον
18. σκευάσαντα.
1. Τὴν τετριμμένην τε καὶ τετυλωμένην χώραν
2. ὠνόμασε τρίβον, ἥτις ὑπ’ αὐτῆς τῆς κεφαλῆς τοῦ βραχίονος
3. γίνεται, πολυχρονίως ἐστηριγμένης ἐκείνῳ τῷ μέρει τῆς
4. περικειμένης τῇ διαρθρώσει σαρκὸς, ἐν ᾗπερ ἂν αὐτὴ ἐξ
5. ἀρχῆς τύχῃ στηριχθεῖσα. κοτύλην δὲ ὠνόμασε τὴν ἐν τῇ
6. διαρθρώσει κοιλότητα κατὰ τὸ πέρας, ὡς εἴρηται, τοῦ τῆς
7. ὠμοπλάτης αὐχένος ἐπικειμένην ὡς τὸ πολύ. τὰς δὲ βαθείας
8. κοιλότητας καὶ μεγάλαις ὀφρύσιν ἐῤῥιζωμένας αὐτός
9. τε καὶ ἄλλοι τῶν ἰατρῶν ὀνομάζουσι κοτύλας. ἀλλὰ νῦν γε
10. κατὰ γνώμην οὕτως προσηγόρευσεν, εἰς ἣν ἐμπίπτουσιν αἱ
11. περικείμεναι σάρκες, ὅταν ἐξάρθρημα γένηται, καταλαμβάνουσαι
12. τὴν χώραν τὴν πρότερον, ἢν ἡ κεφαλὴ τοῦ βραχίονος
13. κατειλήφει. τοιγαροῦν συμβαίνει ἐκ τοῦ ἀποκλεῖσαι τήν
14. τε οἰκείαν χώραν τῆς κεφαλῆς τοῦ βραχίονος, ἔκ τε τοῦ
15. τὰς ὑποδεξαμένας τυλωθείσας ἀντὶ κοτύλης αὐτῶν γενέσθαι,
16. κἂν ἐμβληθῇ ποτε, μὴ δύνασθαι μένειν, ἀποθεμένων μὲν
17. αὐτῇ σαρκῶν ἕνεκα τῶν ἀποκειμένων τῇ κοτύλῃ· παρὰ φύσιν
18. γὰρ αὕτη, ὑποδεξαμένων τοίνυν ὀστῶν ἐκ τοῦ τυλωθῆναι
19. παραπλησίαν διαρθρώσει κοιλότητα λαμβανουσῶν.