2. Πάνυ μὴν ἱκανῶς ἔχει καὶ περὶ μέγα ἕδος Θεσσαλικὸν ἀναγκάζειν,
3. ἢν νεαρὸν ἔῃ τὸ ὀλίσθημα· ἐσκευάσθαι μέντοι
4. χρὴ τὸ ξύλον, ὥσπερ εἴρηται, ἀτὰρ τὸν ἄνθρωπον καθίσαι
5. πλάγιον ἐπὶ τῷ δίφρῳ, κἄπειτα τὸν βραχίονα ξὺν τῷ
6. ξύλῳ ὑπερβαλλέειν ὑπὲρ τοῦ ἀνακλισμοῦ, καὶ ἐπὶ μὲν θάτερα
7. τὸ σῶμα καταναγκάζειν, ἐπὶ δὲ θάτερα τὸν βραχίονα
8. σὺν τῷ ξύλῳ. τὸ αὐτὸ δὲ ποιέειν ἀναγκάζειν καὶ
9. ὑπὲρ δίκλειδος θύρης, χρέεσθαι δὲ τούτοισιν ἃ ἂν τύχῃ
10. παρέοντα.
12. Θρόνου τι τοιοῦτον ἦν σχῆμα κατὰ Θετταλίαν μάλιστα
13. πλεονάζον πάλαι, κατ’ εὐθείας γραμμὰς ἀνατεταμένον εἰς
14. ὕψος ὀρθὸν ἔχον τὸ οἷον ἐπίκλιντρον τοῦ θρόνου, περὶ οὗ
15. τὴν ἀντίτασιν ἀξιοῖ ποιεῖσθαι, καθάπερ ἔμπροσθεν ὑπὸ
16. τοῦ στρωτῆρος ἐδίδαξεν. ὅπως δὲ χρὴ καθίζειν τὸν χειριζόμενον
17. ἐπὶ τοῦ δίφρου σαφῶς αὐτὸς ἐδήλωσε. τὸ δὲ αὐτὸ
18. ποιεῖ καὶ ἐπὶ δίκλειδος θύρας ἀναγκάζειν. εἰσὶ δέ τινες
1. τοιαῦται θύραι κατὰ μέσον ἑαυτῶν ἔχουσαι διῆκον ξύλον
2. ἰσχυρὸν οἷον ὀλίγον ἔμπροσθεν ὁ στρωτὴρ μεταξὺ τῶν δύο
3. κιόνων ὑπάρχειν ἐλέγετο. τοῦδε τοῦ ξύλου κάτωθεν μὲν ἑτέρα
4. τίς ἐστιν ἀνοιγομένη θύρα, ἄνωθεν δὲ ἄλλη, καὶ διὰ
5. τοῦτο δὴ καὶ τὴν θύραν δίκλειδα εἴρηκεν, οἷον διπλῆν τινὰ
6. περιέχουσαν ἐν ἑαυτῇ δύο θύρας μικράς. ὑπερβάλλειν οὖν
7. κελεύει τὸν ἐξηρθρηκότα ὦμον ὑπὲρ τὸ μεταξὺ δύο θυρῶν
8. ξύλον ἕνεκα τῆς ἀντιτάσεως.