14. Καλῶς γὰρ Ὅμηρος καταμεμαθήκει ὅτι πάντων τῶν προβάτων
15. βόες ὅτι μάλιστα πονέουσι ταύτην τὴν ὥρην καὶ
16. βοῶν οἱ ἀρόται, ὅτι κατὰ τὸν χειμῶνα ἐργάζονται. τούτοισι
17. τοίνυν ἐκπίπτει μάλιστα, οὗτοι γὰρ μάλιστα λεπτύνονται·
18. τὰ μὲν γὰρ ἄλλα βοσκήματα δύναται βραχεῖαν
1. τὴν πόην βόσκεσθαι, βοῦς δὲ οὐ μάλα, πρὶν βαθεῖα
2. γένηται. τοῖσι μὲν γὰρ ἄλλοισίν ἐστι λεπτὴ ἡ προβολὴ
3. τοῦ χείλεος, λεπτὴ δὲ ἡ ἄνω γνάθος, παχεῖα δὲ
4. καὶ ἀμβλεῖα ἡ ἄνω γνάθος, διὰ ταῦτα ὑποβάλλειν εἰς τὰς
5. βραχεῖας πόας οὐ δύνανται.
7. Πρόβατα νῦν εἷπεν ἅπαντα τὰ βοσκήματα, καθάπερ
8. ἐν τῷ περὶ ἱερῆς νόσου γέγραπται κατὰ λέξιν οὕτως· οὐκ
9. ἔστιν ἄλλο πρόβατον οὐδὲν ἢ βόες καὶ αἶγες. καὶ τὸ παρὰ
10. τῷ ποιητῇ τοιοῦτόν ἐστιν, ἔνθα φησί·
11. Πολλά τέ οἱ πρόβατ’ ἐστί.
12. βούλεται γὰρ ἀγέλας βοσκημάτων δηλοῦν. ἐχρήσαντο καὶ
13. ἄλλοι οὕτως τῶν παλαιῶν τῇ φωνῇ.