15.16. Τά τε αὖ μώνυχα τῶν ζώων, ἅτε ἀμφώδοντα ἐόντα. δύναται
17. μὲν γὰρ σαρκάζειν, δύναται δὲ ὑπὸ τὴν βραχεῖαν
1. πόην ὑποβάλλειν τοὺς ὀδόντας καὶ ἥδεται τῇ οὕτως ἐχούσῃ
2. πόῃ μᾶλλον ἢ τῇ βαθείῃ. καὶ γὰρ τὸ ἐπίπαν ἀμείνων
3. καὶ στερεωτέρη ἡ βραχεῖα πόη τῆς βαθείας, ὅτι καὶ πρὶν
4. ἐκκαρπεῖν τὴν βαθεῖαν. διὰ τοῦτο οὖν ἐποίησεν ὧδε
5. τάδε τὰ ἔπη·6. ὡς δ’ ὁπότ’ ἀσπάσιον ἔαρ ἤλυθε βουσὶν ἕλιξιν.7. ὅτι ἀσμενωτάτη τοῖσι αὐτοῖσιν ἡ βαθεῖα πόη φαίνεται.
8. ἀτὰρ καὶ ἄλλως ὁ βοῦς χαλαρὸν φύσει τὸ ἄρθρον τοῦτο
9. ἔχει μᾶλλον τῶν ἄλλων, διὰ τοῦτο καὶ εἰλίπουν ἐστὶ μᾶλλον
10. τῶν ἄλλων ζώων καὶ μάλιστα ὅταν λεπτὸν καὶ γηραλέον
11. ἔῃ, διὰ ταῦτα πάντα καὶ ἐκπίπτει βοΐ μάλιστα.
12. πλείω δὲ γέγραπται περὶ αὐτοῦ, ὅτι πάντων τῶν προειρημένων
13. ταῦτα μαρτύριά ἐστι. περὶ οὗ νῦν ὁ λόγος, τοῖσιν
14. ἀσάρκοισι μᾶλλον ἐκπίπτει, ὡς θᾶσσον ἐμπίπτειν ἢ
15. τοῖσιν εὖ σεσαρκωμένοισι καὶ ἧσσον ἐπιφλεγμαίνουσι τοῖσιν
16. ὑγροῖσι καὶ τοῖσιν ἀσάρκοισιν ἢ τοῖσι σκελιφροῖσι καὶ σεσαρκωμένοισι.
1. Τὸ σαρκάζειν ἔνιοι μὲν δηλοῦν φασι συνάγειν ἀλλήλοις
2. τὰ χείλη σφοδρῶς οὕτως, ὡς δύνασθαι καὶ ἀποσπᾶσθαί τι
3. βοτάνης μέρος ὑπ’ αὐτῶν, ἔνιοι δὲ τὸ τοῖς ὀδοῦσι τὸ κάτω
4. μετὰ τοῦ ἄνω ἐργάζεσθαι ταὐτὸ, ἐπειδὴ καὶ οἱ σαρκάζοντές
5. τινες δάκνουσι τοῖς ὀδοῦσι τὸ χεῖλος. ἀλλ’ ἐκεῖνοι μὲν
6. τοῖς ἄνωθεν ὀδοῦσι τὸ κάτω χεῖλος δάκνουσι, τὰ δὲ μηρυκίζοντα
7. τὸν κάτω στοῖχον μόνον ἔχοντα τῶν ὀδόντων, χρῆσθαι
8. πρὸς τοὺς δάκνοντας διότι μὲν ὠνόμασται,
9. φασὶ, σαρκάζειν, ἐπειδὴ καὶ σαρκοφαγοῦντα τοῖς ζώοις ἑκατέροις
10. χρῆται· καὶ τούτοις ἔοικε τὰ συμφραζόμενα τῇ λέξει
11. μαρτυρεῖν, οὐ τὰ· μηρυκίζοντα τῶν ζώων εἰρηκότος αὐτοῦ
12. σαρκάζειν, ἀλλὰ τὰ τοὺς δύο τῶν ὀδόντων ἔχοντα στοίχους
13. ἃ καλοῦσιν ἀμφόδοντα. ταῦτα μὲν δύναται καὶ τὰς βραχείας
14. νέμεσθαι πόας, τουτέστι βοτάνας, οἷον ἵπποι καὶ ὄνοι καὶ
15. ἡμίονοι. τῶν δὲ τὸν ἕνα στοῖχον ἐχόντων ἐκεῖνα μόνα δύνανται,
16. οἷς λεπτὴ τοῦ χείλους ἐστὶ προβολὴ καὶ διὰ τοῦτο
1. μόνοι τῶν βοτάνας ἐσθιόντων ζώων οἱ βόες ἀποροῦσι τροφῆς
2. ἐν χειμῶνι, διότι μήτε σαρκάζειν δύνανται τὴν βραχεῖαν
3. πόαν, τουτέστι τοῖς ὀδοῦσιν ἀποτέμνειν αὐτὴν, μηδὲ
4. τοῖς χείλεσι παραλαμβάνειν δύνασθαι τὴν βραχεῖαν πόαν
5. ὁμοίως αἰξὶ καὶ προβάτοις. ταῦτα μὲν οὖν τὰ τρία γένη
6. τῶν ζώων ἔχει χηλάς. μώνυχα δέ ἐστι τὰ ἀμφόδοντα, συνῃρημένου
7. τοῦ ὀνόματος, ὥς φασιν οἱ τὰς ἐτυμολογίας τιμῶντες,
8. ἐκ τοῦ μονώνυχας, ἐπειδήπερ ἔχουσιν ὄνων ὄνυχας.
9. τοιοῦτον γὰρ ἐν τοῖς ὅπλοις ἔχουσι ζώοις, οἷς ἐστὶ τὸ κατ’
10. ἄκρους τοὺς πόδας, οἷον ἀνθρώποις οἱ ὄνυχες, καὶ ἧσσον
11. ἐπιφλεγμαίνει τούτοις, ὅτι καὶ ῥᾷον ἐκπίπτει. τούτῳ γὰρ
12. ἕπεται καὶ τὸ τὸ ἐμβάλλεσθαι, τούτοις δ’ αὖ πάλιν τὸ μικρὰν
13. ἢ μηδ’ ὅλως ἕπεσθαι φλεγμονήν. ἐν γὰρ ταῖς βιαίοις
14. ἐκπτώσεσιν, ὥσπερ καὶ ταῖς ἐμβολαῖς, ὀδύναι γίνονται τοῖς
15. μυσὶν, αἷς ἕπονται φλεγμοναί.