2. Καὶ ἧσσόν γε δέδειται ἐς τὸν ἔπειτα χρόνον· ἀτὰρ καὶ ἡ
3. μύξα πλείων ὑπείη τοῦ μετρίου, μὴ ξὺν φλεγμονῇ δὲ, οὕτως
4. ἂν ὀλισθηρὸν εἴη. μυξωδέστερα γὰρ τοὐπίπαν τὰ
5. ἄρθρα τοῖσιν ἀσάρκοισιν ἢ τοῖσι σεσαρκωμένοισίν ἐστιν.
7. Ἅπαντα δύναται λέγειν διττὸν ὄντα χρόνον τόν τε
8. μετὰ τὴν ἐμβολὴν εὐθέως, ἐν ᾧ θεραπεύονται τὰ φλεγμαίνοντα
9. μόρια καὶ τὸν τῆς διαδεχομένης αὐτὸν ἑξῆς ἀοχλήτου
10. καταστάσεως. ὁ μὲν γὰρ μετὰ τὴν ἐμβολὴν εὐθέως, ὅταν
11. μετὰ φλεγμονῆς ᾖ, δι’ αὐτὴν ἐκείνην ἔχει ἐσφιγμένον τὸ
12. ἄρθρον, ὡς καὶ αὐτὸς εἴρηκεν, ὁ δὲ μετὰ τὴν θεραπείαν
13. ὅτι σύντονός ἐστιν ἐπὶ τῶν τοιούτων ἀνθρώπων ἡ τῶν μυῶν
14. οὐσία καὶ ὅτι διὰ τὰς ἐπιγινομένας φλεγμονὰς μεγάλας οὔσας
15. ὑπολείπεταί τις ἐν τοῖς μυσὶ σκληρότης, ὡς ὑπὸ δεσμοῦ
16. σφίγγεται τὸ ἄρθρον.