5. Χρὴ δὲ καὶ ἀνατρίβειν τὸν ὦμον ἡσυχέως καὶ λιπαρῶς.
6. πολλῶν δὲ ἔμπειρον δεῖ εἶναι τὸν ἰατρὸν, ἀτὰρ δὴ καὶ
7. ἀνατρίψιος· ἀπὸ γὰρ τοῦ αὐτοῦ ὀνόματος οὐ τὸ αὐτὸ
8. ἀποβαίνει. καὶ γὰρ ἂν δήσειεν ἄρθρον ἀνάτριψις χαλαρώτερον
9. τοῦ καιροῦ ἐὸν καὶ λύσειεν ἄρθρον σκληρότερον
10. τοῦ καιροῦ ἐόν. ἄλλα διοριεῖται ἡμῖν περὶ ἀνατρίψιος ἐν
11. ἄλλῳ λόγῳ. τὸν γοῦν τοιοῦτον ὦμον μαλθακοῖσι
12. χρὴ χερσὶν ἀνατρίβειν, συμφέρει γὰρ καὶ ἄλλως
13. πρῃέως.
15. Εἰς τὸ μηδὲν ὑπολειφθῆναι λείψανον τῆς φλεγμονῆς
16. σκιῤῥῶδες ἐπιτήδειός ἐστιν ἡσύχως τε καὶ λιπαρῶς ἡ τρίψις
17. γιγνομένη. χρὴ δ’ αὐτὴν ποιεῖσθαι πολυειδῶς, περιφέρεσθαι
18. τὰς χεῖρας ἄνωθέν τε κάτω καὶ κάτωθεν ἄνω·
1. κἄπειτα λοξὰς οὐ κάτωθεν ἄνω μόνον, ἀλλὰ καὶ ἄνωθεν
2. κάτω. καὶ μὲν δὴ καὶ τὰς ἐν κύκλῳ τε καὶ οἷον ἐγκαρσίας
3. ἀπό τε τῶν δεξιῶν ἐπὶ τὰ ἀριστερὰ καὶ αὖθις ἐπ’ ἐκείνων
4. ἐπὶ τὰ δεξιὰ, χάριν τοῦ τὰς ἶνας ἁπάσας μαλάττεσθαι τῶν
5. μυῶν. τὸ γὰρ τῆς ἀνατρίψεως ὄνομα τοῖς παλαιοῖς ἀντὶ
6. τοῦ τῆς τρίψεως ἐλέγετο. μὴ τοίνυν ὑπονοήσῃς πῶς
7. ἔδοξάν τινες ἀξιοῦν αὐτὸν ἐκ τῶν κάτω μερῶν ἄνω ποιεῖσθαι
8. τὴν φορὰν τῶν χειρῶν, ὁπότε τὸν ὦμον ἀνατρίβομεν,
9. ἀλλὰ τὸ ἀνατρίβειν αὐτὸ συμβαίνει ὅλου τοῦ γένους τῶν
10. τρίψεων ὂν δηλωτικὸν οὐ μιᾶς διαφορᾶς τῆς κάτωθεν ἄνω.
11. δῆλον δὲ τοῦτο ποιεῖ λέγων αὐτὸς, ἀλλὰ διώρισται περὶ
12. ἀνατρίψεως ἐν ἄλλῳ λόγῳ· οὐ γὰρ δήπου τὸν περὶ μιᾶς
13. διαφορᾶς λόγον ἐρεῖν ἐπαγγέλλεται, τὰς ἄλλας λιπών. καὶ
14. μέντοι κἀν τῷ κατ’ ἰητρεῖον ἁπάσας ἐδήλωσεν αὐτὰς ὀνομάζων
15. κἀκεῖ τὸ γένος ὅλον, ἀνάτριψις δύναται λύσαι, δῆσαι,
16. σαρκῶσαι, μινυθῆσαι καὶ τὰ τούτοις ἐφεξῆς, ὑπὲρ ὧν ἐν
1. τε τοῖς εἰς ἐκεῖνο τὸ βιβλίον ὑπομνήμασι λέλεκται καὶ
2. μέντοι κατὰ τὴν ὑγιεινὴν πραγματείαν εἴρηται τελεώτατα.