10. Καὶ τοῦτο εἰρήσεται μὲν ὀρθῶς, παραξύνεσιν δὲ ἔχει πάνυ
11. πολλήν. διὰ τὰ τοιαῦτα καὶ οὐκ ἀρκέει μοῦνον λόγῳ εἰδέναι
12. τὴν τέχνην ταύτην, ἀλλὰ καὶ ὁμιλίῃ ὁμιλέειν.
14. Οὐχ ἁπλῶς ἅπασαν ἄγνοιαν ὀνομάζει παρασύνεσιν,
15. ἀλλὰ τὴν παρακειμένην τε καὶ τὴν πλησιάζουσαν τῇ γνώσει.
16. διδάξει δ’ αὐτὸς διὰ τῶν ἐφεξῆς, ὅπως ἐξαπατᾶσθαι συμβαίνει
17. τοῖς ἐνίοτε παραβάλλουσι τὸ ἐφεξῆς τὸ ὑγιὲς τῷ
18. πεπονθότι.