2. Τοῦτο δὲ ἆραι ἄνω τὴν χεῖρα παρὰ τὸ οὖς ἐκτεταμένου
3. τοῦ ἀγκῶνος οὐ μάλα δύναται, ὥσπερ τὴν ὑγιέα οὐδὲ
4. παράγειν ἔνθα καὶ ἔνθα ὁμοίως. τά τε οὖν σημήϊα ταῦτά
5. ἐστιν ὤμου ἐκπεπτωκότος αἵ τε ἐμβολαὶ γεγραμμέναι αἵ
6. τε ἰητρεῖαι αὗται.
8. Τοῦτο τὸ σημεῖον ὃ μικρὸν ἔμπροσθεν ἔφη παρασύνεσιν
9. ἔχειν. δῆλον δὲ ἐξ ὧν ἐπήνεγκεν εἰπών· πολλοὶ γὰρ
10. ὑπὸ ὀδύνης ἢ καὶ ὑπὸ ἀλλοίης προφάσιος οὐκ ἐξεστεώτων
11. αὐτέοισι τῶν ἄρθρων, ὅμως οὐ δύνανται εἰς τὰ ὅμοια σχήματα
12. καθιστάναι, εἰς οἷάπερ τὸ ὑγιαῖνον σῶμα σχηματίζεται.
13. εἰσενεγκεῖν τὰς χεῖρας πρὸς τὰς πλευρὰς, ὡς εἴρηκεν,
14. ἑτοίμως τις δύναται, βέβαιον γνώρισμά ἐστι τοῦ κατὰ φύσιν
15. ἔχειν τὸ ἄρθρον. ἐὰν δὲ ἐμποδίζηται κατά τι, δυνατόν
16. ἐστι δι’ ὀδύνην ἢ σύντασιν μυῶν τοῦτο γίγνεσθαι.