6. Εἴ τις τοῦ βραχίονος ψιλώσειε μὲν τῶν
7. σαρκῶν τὴν ἐπωμίδα, ψιλώσειε δὲ ᾗ ὁ μῦς ἀνατείνει,
8. ψιλώσειε δὲ τὸν τένοντα τὸν κατὰ τὴν μασχάλην τε καὶ
9. τὴν κληῖδα πρὸς τὸ στῆθος ἔχοντα, φαίνοιτο ἂν τοῦ
10. βραχίονος ἡ κεφαλὴ ἐς τοὔμπροσθεν ἐξέχουσα ἰσχυρῶς,
11. καίπερ οὐκ ἐκπεπτωκυῖα. πέφυκε γὰρ ἐς τοὔμπροσθεν
12. προπετὴς ἡ κεφαλὴ τοῦ βραχίονος, τὸ δ’ ἄλλο ὀστέον
13. τοῦ βραχίονος ἐς τὸ ἔξω καμπύλον.
15. Βραχίων μὲν ὀνομάζεται τὸ μεταξὺ τῶν δύο διαρθρώσεων
16. ὅλης τῆς χειρὸς μέρος, ἄκουε δέ μου δύο διαρθρώσεις,
17. τὴν κατ’ ἀγκῶνα καὶ τὴν κατ’ ὦμον. ἐπωμὶς δὲ τὸ ἐπάνω
1. τοῦ ὤμου μέρος ἐπιτεινόμενον ὡς ἐπὶ τὸν τράχηλον. ὦμος
2. γὰρ ὀνομάζεται τὸ περὶ τὴν διάρθρωσιν ἅπαν ὅσον φανερὸν,
3. ὡς τό γε μὴ φαινόμενον ἐκ μὲν τῶν ὀπίσω μερῶν ἐστι
4. τὸ τῆς ὠμοπλάτης ὀστοῦν, ἐκ δὲ τῶν κάτω τὸ κατὰ τὴν
5. ἀνάστασιν ὅλης τῆς χειρὸς φανερὸν γιγνόμενον ὃ προσαγορεύεται
6. μασχάλη. προειπὼν οὖν ὁ Ἱπποκράτης, ἐφ’ ὧν
7. ἠτροφήκασιν αἱ κατὰ τὸν ὦμον σάρκες, ἐξέχουσαν φαίνεσθαι
8. τὴν κεφαλὴν τοῦ βραχίονος, ὡς δοκεῖν ἐνίοις ἐκπεπτωκέναι,
9. διδάσκειν τὴν φύσιν αὐτῆς ὅλην ἐξ ἀνατομῆς
10. ἀξιῶν. εἴ τις βούλοιτο θεάσασθαι σαφῶς αὐτὴν, ψιλῶσαι
11. μὲν τῶν σαρκῶν τὴν ἐπωμίδα, τουτέστι περιελεῖν σμίλῃ
12. μέχρι τοῦ γυμνωθῆναι τὰ κατὰ τὴν διάρθρωσιν ὀστᾶ, ψιλῶσαι
13. δὲ τὸν τένοντα τὸν κατὰ τὴν μασχάλην. τρεῖς γάρ
14. τοι μύες εἰσὶν ἐνταῦθα· πρῶτος μὲν ὁ ἀπὸ τῆς ὠμοπλάτης
15. τε καὶ τῆς κλειδὸς ὁρμώμενος, ὃν καὶ δελτοειδῆ ὀνομάζουσι.
16. τούτου τοῦ μυὸς τὸ μὲν σαρκῶδες ἅπασαν καλύπτει τὴν
1. διάρθρωσιν, ὁ δὲ τένων εἰς τὸ τοῦ βραχίονος ὀστοῦν ἐμφύεται
2. κατὰ μῆκος, ὥσπερ φύεται τένων ἄλλος ἀξιολόγου
3. μυὸς ἀπὸ τοῦ στέρνου ἀρχομένου, παραφερομένου δὲ τῷ
4. προειρομένῳ κατὰ τὴν τῆς ὠμιαίας φλεβὸς θέσιν, οὗ καὶ
5. αὐτοῦ μέμνηται λέγων, ψιλώσειε δὲ τὸν τένοντα τὸν κατὰ
6. τὴν μασχάλην, ἐν μέντοι τῷ φάναι ψιλώσειε δὲ, ᾗ ὁ μῦς
7. ἀνατείνει, δύναται μὲν καὶ αὐτὸν τὸν δελτοειδῆ λέγειν, οὗ τὸ
8. σαρκῶδες ἅπαν καλύπτει τὸ ἄρθρον, ἐγχωρεῖ δ’ αὐτὸν καὶ
9. τοῦ προσθίου κατὰ τὸν αὐχένα μεμνῆσθαι μυὸς ἔχοντος
10. ἐν δύο κεφαλαῖς συνδέσμους εὐρώστους, τὸν μὲν ἕτερον ἐκ
11. τῆς ἀγκυροειδοῦς ἀποφύσεως ἐκφυόμενον, τὸν δὲ ἕτερον ἐκ
12. τῆς ὑψηλῆς ὀφρύος τοῦ τῆς ὠμοπλάτης αὐχένος.