2. Σιδηρίοισι χρὴ τὰ τοιαῦτα καίειν μὴ παχέσι, μηδὲ λίην
3. φαλακροῖσιν, ἀλλὰ προμήκεσι. ταχυπορώτερα γὰρ καὶ
4. τῇ χειρὶ ἐπερείδειν.
6. Φαλακρὰ κέκληκε τὰ περιφέρειαν ἔχοντα κατὰ τὸ πέρας,
7. οἷον οἱ κατὰ τὰς μασχάλας ἔχουσι πυρίνες ἤτοι τὰ
8. διαπύρινα καλούμενα καὶ αἱ σπαθομίλαι. προμήκη δὲ τὰ
9. τούτοις ἐναντίως διακείμενα προσηγόρευσεν, ὧν οὐκ ἔστι περιφερὲς
10. τὸ πέρας, ἀλλ’ ὀξύτερόν περ ἐμπλήρωμα παραπλήσιόν
11. πως τοῖς εἰς τὰς παρακεντήσεις ἐπιτηδείοις ὀργάνοις.