8. Ἢν δὲ μὴ κίνδυνος φαίνηται εἶναι ξυῤῥαγῆναι τὰς ὠτειλὰς,
9. ἀλλὰ πολὺ τὸ διὰ μέσου εἴη, ὑπάλειπτρον χρὴ λεπτὸν
10. διέρσαι διὰ τῶν κατηγμάτων, ἔτι ἀναλελαμμένου τοῦ δέρματος·
11. οὐ γὰρ ἂν ἄλλως δύναιο διέρσαι. ἐπὴν δὲ διέρσῃς,
12. ἀφεῖναι τὸ δέρμα, ἔπειτα μεσηγὺ τῶν ἰσχαρῶν
13. ἄλλην ἐσχάρην ἐμβάλλειν λεπτῷ σιδηρίῳ καὶ διακαῦσαι,
14. ἄχρις ἂν τῷ ὑπαλείπτρῳ ἐγκύρσῃ. ὁκόσον δέ τι
15. χρὴ τὸ δέρμα τὸ ἀπὸ τῆς μασχάλης ἀπολαμβάνειν, τοῖσι
16. δὲ χρὴ τεκμαίρεσθαι, ἀδένες ὕπεισιν ὑπὸ τῇ μασχάλῃ,
17. πολλαχῆ δὲ καὶ ἄλλῃ τοῦ σώματος.
1. Ὠτειλὰς κέκληκε τὰ ἕλκη παραπλησίως τῷ
2. ποιητῇ περὶ τοῦ προσφάτου τραύματος εἰπόντι·
4. Ἐὰν οὖν, ὡς εἶπεν, ἀνατείνας τὸ δέρμα διακαύσῃς ἐγκάρσιον
5. ἐκ δεξιῶν εἰς ἀριστερὰ διερείσας τὸ σίδηρον, ἑτέραν ἐπὶ
6. ταύτῃ δευτέραν καῦσιν ἀξιοῖ σε ποιήσασθαι, καθέντα τὸ
7. διάπυρον σίδηρον, οὐκέτι ἐγκάρσιον ἐκ τοῦ θατέρου μέρους
8. ἐπὶ θάτερον, ἀλλ’ οἷον εἰς τὸ βάθος ἄντικρυς ἕως. χρὴ δὲ
9. δῆλον ὅτι τὸ μεταξὺ τῶν προτέρων τραυμάτων ἀξιόλογον
10. γίνεσθαι· μικροῦ γὰρ ὄντος αὐτοῦ κίνδυνος ξυῤῥαγῆναι τὰς
11. ἑλκώσεις καὶ γενέσθαι μεγάλην μίαν, ὑφ’ ἧς οὐδὲν μὲν ἀποβήσεται
12. χεῖρον, οἵ γε καίομεν ἕνεκα τοῦ ξηρᾶναί τε καὶ σφίγξαι
13. μέρος· οὐ μὴν ἀναγκαῖόν ἐστιν οὐλὴν μεγάλην ἐργασάμενον
14. αἴσχιον ἀποδεῖξαι τὸ χωρίον, ἐν ᾧ ἐπὶ σμικραῖς
15. τρήσεσι τὴν ἴσην ὠφέλειάν ἐστι ποιήσασθαι.