2. Ἀλλὰ ἐν ἄλλῳ λόγῳ περὶ ἀδένων οὐλομελίης γεγράψεται,
3. ὅτι τέ εἰσι καὶ οἷα ἐν οἵοισι σημαίνουσί τε καὶ δύνανται.
4. τοὺς μὲν οὖν ἀδένας οὐ χρὴ προσεπιλαμβάνειν, οὐδ’
5. ὅσα ἐσωτέρω τῶν ἀδένων, μέγας γὰρ ὁ κίνδυνος.
7. Τὴν ὁλόκληρον φύσιν τῆς τῶν ἀδένων φύσεως οὐλομελίην
8. εἴρηκεν, ἣν ἑτέρωθι διδάσκειν ἐπηγγείλατο, οὐ μὴν
9. διασώζεταί γε τοιοῦτον βιβλίον Ἱπποκράτους περὶ ἀδένων
10. οὐλομελίης. ἀλλά τις τῶν νεωτέρων Ἱπποκρατείων ἔγραψε
11. μικρὸν βιβλίδιον ἐπιγράψας Ἱπποκράτους περὶ ἀδένων οὐλομελίης,
12. ὃ καὶ τῇ λέξει καὶ τῇ διανοίᾳ λείπεται πάμπολυ
13. τῶν γνησίων Ἱπποκράτους συγγραμμάτων, οὐ μὴν οὐδὲ ἐμνημόνευσέ
14. τις περὶ αὐτοῦ τῶν ἔμπροσθεν ἰατρῶν, ἀλλ’ οὐδ’
15. οἱ τοὺς πίνακας ποιήσαντες ἴσασι τὸ βιβλίον.