Galenus. In Hippocratis De articulis commentaria (In Hipp. De artic. comm.) [n° 105 Fichtner] [GalLat]

Εἰς τὸ περὶ ἀρθρῶν βιβλίον Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Articulations d’Hippocrate
Commentary on Hippocrates’ ‘Joints’ (Hipp. Art.)
Hippocratis De articulis liber et Galeni in eum commentarii, 1829, vol. 18a, p. 300-345 423-767. urn:cts:greekLit:tlg0057.tlg095.verbatim-lat1
Abballe, 1972 (ita).

Hippocratis De articulis liber et Galeni in eum commentarii, 1.48, ed. Kühn, 1829, vol. 18a, p. 382-383. urn:cts:greekLit:tlg0057.tlg095.1st1K-grc1:1.48


7. Ἆρ’ οὖν οὐκ ἐν πάσῃ τῇ τέχνῃ περὶ παντὸς χρὴ ποιέεσθαι
8. τὰ δίκαια σχήματα ἐξευρίσκειν ἐφ’ ἑκάστοισι;

10. Τὰ κατὰ δύναμιν ἴσα, τουτέστιν ἐν οἷς φυλάττεται τὸ
11. κατὰ τὴν ἀξίαν τε καὶ οἰκεῖον ἑκάστῳ πράγματι. νυνὶ γοῦν
12. ἐστι τὸ μὲν προκείμενον πρᾶγμα καῦσις τοῦ κατὰ τὴν μασχάλην
13. δέρματος, ἣν χρὴ ποιήσασθαι, βραχίονα σχηματίζοντα
14. προσηκόντως. εἰ μὲν οὖν εἰς τοσοῦτον εἴη καθήμενος,
15. ὡς ψαύειν τῶν πλευρῶν, εἴη παντάπασιν ὀλίγον ἐξῃρμένος,
16. οὐδὲ θεάσασθαι τὸ βάθος τῆς μασχάλης οἷόν τε,
17. μή τί γε τοῖς δακτύλοις ἀνατεῖναι τὸ δέρμα καὶ διακαῦσαι,
18. μέχρι πλεῖστόν τε ἐπαρθέντος τοῦ βραχίονος, οὐδὲν ὅ τι καὶ
1. ἄξιον λόγου δέρματος ἀνατεῖναι τοῖς δακτύλοις ἐγχωρεῖ. περιτείνεται
2. γὰρ ἐν τῷδε τῷ σχήματι τοῖς ὑποκειμένοις σώμασιν,
3. ἅμα δὲ καὶ τὰ νεῦρα πρόχειρα γίγνεται, τοιοῦτον
4. ἐξαίρειν χρὴ τὸν βραχίονα καὶ ἀπάγειν τῆς μασχάλης, οἷον
5. ὁρᾶται τὸ χωρίον ἡμῖν παρέξειν καὶ τοὺς δακτύλους εὐμαρῶς
6. ὑποβάλλειν, ἀντιτείνειν τε τὸ δέρμα καὶ διακαίεν δύνασθαι
7. οἷόν τε γένηται ταῦτα πράττειν, κατὰ τοῦτο τὸ σχῆμα
8. τὴν χειρουργίαν προσίεσθαι προσήκει, προσώτερον δὲ μηκέτι
9. ἀνατείνειν. οὐδὲ γὰρ ἄλλου τινὸς ἕνεκεν ἐξῄρομεν τὸν
10. βραχίονα, πλὴν τὸ δύνασθαι τὸ περὶ τὴν μασχάλην δέρμα
11. τοῖς δακτύλοις ἀνατείνειν τοσοῦτον, ὡς διακαῦσαι, καθότι
12. προεῖπεν αὐτὸς, ὡς εἴ γε δυνατὸν ἦν ἐνεργεῖν ἡμᾶς ταῦτα
13. καθημένους τοῦ βραχίονος σχήματός ἐστι χρεία, χαλαρώτερον
14. ἐργαζομένου τὸ δέρμα· καὶ γὰρ πλεῖστον οὕτως ἀναταθήσεται
15. καὶ τὰ τῆς χειρουργίας ἀκίνδυνα παντοίως ἔσται.

Cliquer un n° de page pour en afficher l’image