Galenus. In Hippocratis De articulis commentaria (In Hipp. De artic. comm.) [n° 105 Fichtner] [GalLat]

Εἰς τὸ περὶ ἀρθρῶν βιβλίον Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Articulations d’Hippocrate
Commentary on Hippocrates’ ‘Joints’ (Hipp. Art.)
Hippocratis De articulis liber et Galeni in eum commentarii, 1829, vol. 18a, p. 300-345 423-767. urn:cts:greekLit:tlg0057.tlg095.verbatim-lat1
Abballe, 1972 (ita).

Hippocratis De articulis liber et Galeni in eum commentarii, 1.5, ed. Kühn, 1829, vol. 18a, p. 315-317. urn:cts:greekLit:tlg0057.tlg095.1st1K-grc1:1.5


15. Ὁμιλέει δὲ ὁ βραχίων τῷ κοίλῳ τῆς ὠμοπλάτης πλάγιος,
16. ὅταν παρὰ τὰς πλευρὰς παρατεταμένος ἕῃ. ὅταν μέντοι
17. ἐς τοὔμπροσθεν ἐκτανυσθῇ ἡ ξύμπασα χεὶρ, τότε ἡ κεφαλὴ
18. τοῦ βραχίονος κατ’ ἴξιν τῆς ὠμοπλάτης τῷ κοίλῳ
1. γίνεται καὶ οὐκἔτι ἐξέχειν ἐς τοὔμπροσθεν φαίνεται.
2. περὶ οὗ νῦν ὁ λόγος οὐδέποτε εἶδον, οὐδὲ ἐς
3. τοὔμπροσθεν ἐκπεσὸν, οὐ μὴν ἰσχυριείω γε οὐδὲ περὶ τούτου,
4. εἰ μὴ ἐκπέσῃ ἂν οὕτως ἢ οὔ. ὅταν οὖν ἐκπέσῃ ὁ
5. βραχίων ἐς τὴν μασχάλην, ἅτε πολλοῖσιν ἐκπίπτοντος,
6. πολλοὶ ἐπίστανται ἐμβάλλειν. εὐπαιδεύτου δὲ ἐστι τὸ εἰδέναι
7. πάντας τοὺς τρόπους οἷσιν οἱ ἰητροὶ ἐμβάλλουσι
8. καὶ ὡς ἄν τις αὐτοῖσι τοῖσι τρόποισι τούτοισι κάλλιστα
9. χρῶτο. χρέεσθαι δὲ χρὴ τῷ κρατίστῳ τῶν τρόπων, ἢν
10. τὴν ἰσχυροτάτην ἀνάγκην ὁρᾷς, κράτιστος δὲ ὕστατος
11. γεγραμμένος.

13. Ὁμιλεῖν ἔλεγον οἱ παλαιοὶ τοὐπίπαν οὐκ ἐπὶ τοῦ διαλέγεσθαι,
14. καθάπερ νῦν οἱ πολλοὶ, τὸ συνιέναι δὲ ἀλλήλοις
15. καὶ οἷον ὁμοῦ εἱλεῖσθαι, ταύτῃ προσηγόρευε τῇ φωνῇ. καὶ
16. Ὅμηρος ἐπὶ τῶν κατὰ τὴν ἀσπίδα γεγραμμένων ὑπὸ τοῦ
17. Ἡφαίστου φησίν·

1. ὡμίλεον δ’ ὥστε ζωοὶ βροτοὶ ἠδ’ ἐμάχοντο.

2. τίς οὖν βραχίονα τῷ κοίλῳ τῆς ὠμοπλάτης ὁμιλεῖν ἔφη
3. πλάγιον, ὅταν παρὰ τὰς πλευρὰς ἡ χεὶρ ᾖ παρατεταμένη,
4. διὰ τοῦ ὁμιλεῖν ῥήματος δηλῶν τό τε ὁμοῦ εἶναι καὶ ψαύειν
5. αὐτῆς. ὅταν μέντοι φησὶν ἡ σύμπασα χεὶρ ἐκταθῇ, τότε
6. κατὰ τὴν εὐθυωρίαν ὁ βραχίων γίνεται τῷ κοίλῳ τῆς ὠμοπλάτης
7. καὶ οὐκέτ’ ἐξέχειν εἰς τὸ πρόσω διὰ τὸ ἄρθρον αὐτοῦ
8. φαίνεται.

Cliquer un n° de page pour en afficher l’image