4. Κάτωθεν δὲ τῆς. μασχάλης δισσὰ μόνα ἐστὶ χωρία, ἵνα
5. ἄν τις ἐσχάρας θείη, τιμωρεούσας τῷ παθήματι.
7. Τὸ ἔκτοσθεν εἴρηκε νῦν οὐ τὴν τόπου διαφορὰν σημαῖνον,
8. ἀλλ’ ὥσπερ καὶ παρὰ Δημοσθένει καὶ τοῖς ἄλλοις ῥήτορσιν
9. ἔξωθέν τι τοῦ πράγματος εἰρῆσθαι λέγεται δηλούντων τὸ
10. πρᾶγμα. τὸ τοίνυν ὑπὸ τοῦ Ἱπποκράτους λεγόμενόν ἐστι
11. τοιοῦτον· καὶ χωρὶς δὲ τῆς εἰρημένης εἰς τὴν μασχάλην
12. καύσεως ἄλλαι δύο καύσεις εἰσὶ βοηθοῦσαι τῷ πάθει. τὸ
13. γὰρ τιμωρεούσας τῷ παθήματι πρόδηλον ὅτι βοηθούσας
14. δηλοῖ, καθάπερ καὶ Εὐριπίδης ἐποίησε τὸν Ὀρέστην
15. λέγοντα·
16. Ἀνόσια μὲν δρῶν, ἀλλὰ τιμωρῶν τῷ πατρί.
17. διαφέρει γὰρ τὸ τιμωρῶν τοῦ τιμωρούμενος, ὃ μετὰ τῆς
1. καλουμένης αἰτιατικῆς πτώσεως σημαίνει τὸ κολάζον· οὕτως
2. γοῦν καὶ ἑαυτὸν τιμωρούμενος ἐπιγέγραπται τὸ Μενάνδρου
3. δρᾶμα.