Galenus. In Hippocratis De articulis commentaria (In Hipp. De artic. comm.) [n° 105 Fichtner] [GalLat]

Εἰς τὸ περὶ ἀρθρῶν βιβλίον Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Articulations d’Hippocrate
Commentary on Hippocrates’ ‘Joints’ (Hipp. Art.)
Hippocratis De articulis liber et Galeni in eum commentarii, 1829, vol. 18a, p. 300-345 423-767. urn:cts:greekLit:tlg0057.tlg095.verbatim-lat1
Abballe, 1972 (ita).

Hippocratis De articulis liber et Galeni in eum commentarii, 1.52, ed. Kühn, 1829, vol. 18a, p. 386-388. urn:cts:greekLit:tlg0057.tlg095.1st1K-grc1:1.52


8. Καὶ ταύτη τὸ μὲν δέρμα τελέως διακαίειν χρὴ,
9. βαθύτερον δὲ οὐ χρή. φλέψ τε γὰρ παχείη πλησίη καὶ
10. νεῦρα, ὧν οὐδέτερα θερμαντέα.

12. Τὴν προσαγορευομένην ὠμιαίαν φλέβα λέγει νῦν παχεῖαν
13. ἐν ἴσῳ τῷ εὐρεῖαν ἢ μεγάλην. ἐπίκειται δὲ αὐτῇ
14. συμβολὴ τῶν προειρημένων δύο μυῶν ἔχουσα παρακείμενον
15. νεῦρον, ἀφ’ οὖ πᾶν τὸ πέριξ τῆς φλεβὸς δέρμα ἀπονεμήσεις
16. λαμβάνει. τὸ μὲν οὖν φυλάττεσθαι ψαύειν τε τοῦ
17. νεύρου καὶ τῆς φλεβὸς ἐν τῇ τοῦ δέρματος καύσει σαφῶς
1. ἐδίδαξεν, οὐ μὴν ἐδήλωσέ γε πότερον ἐν τοῖς πρώτοις μέρεσι
2. τῆς φλεβὸς ἢ ἐν τοῖς ἔνδον ἢ κατ’ αὐτὴν ἀκριβῶς κελεύει
3. καίειν. ἐγχωρεῖ γὰρ τοῦτο ποιῆσαι πρῶτον μὲν ἀνατείναντα
4. τὸ δέρμα καθ’ ὃν εἴρηται τρόπον ἐπὶ τῆς μασχάλης,
5. εἶτ’ ἐγκάρσιον διακαύσουσα, κἄπειτα τὸ ὑπάλειπτρον
6. διεκβαλόντα καὶ κατὰ κύκλου τὴν δευτέραν ἐπέρεισιν τοῦ
7. καυτηρίου ποιησάμενον· ὥσπερ γὰρ ἐν τῇ μασχάλῃ, καίτοι
8. γε ὑποκειμένων νεύρων μεγίστων καὶ σὺν αὐτοῖς ἀρτηρίας
9. καὶ φλεβὸς εὐρυτάτης, ὅμως ἐκέλευσε καίειν τὸ δέρμα, τὴν
10. ἀσφάλειαν τοῖς ὑποκειμένοις παρασκευάζων ἐκ τῆς τοῦ ὑπολείπτρου
11. διαρθρώσεως, οὕτω κἀπὶ τῆς νῦν προειρημένης
12. καύσεως οὐδὲν θαυμαστὸν ἐπ’ αὐτοῦ τοῦ κατὰ τῆς φλεβὸς
13. ἐπικειμένου δέρματος ἀξιοῦν αὐτὸν τίθεσθαι τὰς ἐσχάρας.
14. ἐκεῖνα μὲν οὖν τὰ νεῦρα τόνους ἐπικαιροτάτους εἷπεν εἰθισμένος
15. χρῆσθαι τούτῳ τῷ ὀνόματι κατὰ τῶν μεγάλην δύναμιν
16. ἐχόντων, ὥσπερ ἔχουσιν ἐκεῖνοι, κατά γε τὸ πλησίον εἶναι
17. τοῦ νωτιαίου καὶ αὐτοὺς παχυτάτους τὴν οὐσίαν ὑπάρχειν,
18. παρὰ δὲ τοῦ τῆς ὠμιαίας φλεβὸς νεῦρον ἁπλῶς εἶπεν,
1. οὐκέτι προσθεὶς τὸ ἐπίκαιρον. καὶ γὰρ ποῤῥωτάτω καὶ τοῦ
2. νωτιαίου καὶ μικρὸν τῷ μεγέθει.

Cliquer un n° de page pour en afficher l’image