2. Ἀτὰρ καὶ ὅταν ὑγιέα γένηται τὰ ἕλκεα, ὁμοίως ἐπὶ πολὺν
3. χρόνον χρὴ προσδεῖν τὸν βραχίονα πρὸς τὰς πλευράς·
4. οὕτω γὰρ ἂν μάλιστα ἐπουλωθείη καὶ ἀπολειφθείη ἡ εὐρυχωρίη,
5. καθ’ ἣν μάλιστα ὀλισθαίνει ὁ βραχίων.
7. Κἀνταῦθα τὸν σκοπὸν ὃν συνεβούλευσεν αὐτὸς ἐδήλωσεν
8. εἰπὼν· οὕτως γὰρ ἂν μάλιστα ἐπουλωθείη καὶ ἀπολειφθείη
9. εὐρυχωρίη, καθ’ ἣν ὀλισθαίνει ὁ βραχίων, δυνάμει
10. τοῦτο λέγων. ὅσῳπερ γὰρ ἡ οὐλὴ βραχυτέρα γένηται, τοσούτῳ
11. μᾶλλον εἰς ὀλίγον συναχθήσεται τὸ περὶ τὴν μασχάλην
12. δέρμα. μέγιστον δέ ἐστι τοῦτο πρὸς τὸ μὴ. ῥᾳδίως
13. ὀλισθαίνειν ἐνταῦθα τὸν βραχίονα.