16. Ὅσοισι δ’ ἂν ὦμος καταπορηθῇ ἐμβληθῆναι ἢν μὲν ἔτι
17. ἐν αὐξήσει ἔωσιν, οὐκ ἐθέλει συναύξεσθαι τὸ ὀστέον τοῦ
1. βραχίονος, ὁμοίως τῷ ὑγιεῖ, ἀλλὰ αὔξεται μὲν ἐπί τι,
2. βραχύτερον δὲ τοῦ ἑτέρου γίνεται.
4. Τὰ συμπτώματα διέρχεται νῦν, ὅσα τοῖς ἔξαρθρον
5. ἔχουσι τὸν ὦμον ἐξ ἀνάγκης ἐπιγίγνεται· πρῶτον μὲν οὖν
6. ἐστι καὶ κοινότατον, ᾧ καὶ τἄλλα ἕπεται πάντα τὸ ἀτροφώτερον
7. ταὐτὸν γίγνεσθαι, τούτῳ δ’ αὐτῷ πάλιν ἕπεται. τελειωθέντος
8. μὲν οὖν ἤδη τοῦ κώλου λεπτότης, ἔτι τε αὐξανομένου
9. καὶ ἡ σμικρότης. αὕτη δ’ ἀτροφία διά τε τὴν
10. διαστροφὴν γίγνεται τῶν κατὰ κῶλον ἀγγείων τε καὶ μυῶν,
11. αἰτία δὲ ἡ ἀκινησία ὅλου τοῦ ἄρθρου· καὶ γάρ τι τῶν
12. ὑγιῶν κώλων ἐπὶ χρόνῳ πολλῷ παντάπασιν ἀκίνητον μεῖναν
13. σαφῶς ἀτροφώτερον φαίνεται.