16. Ἀτὰρ καὶ οἷσιν ἔτι νηπίοισιν ἐοῦσι κατὰ τὴν κεφαλὴν τοῦ
17. βραχίονος βαθεῖαι καὶ ὑποβρύχιοι ἐκπυήσιες γίνονται;
18. καὶ οὗτοι πάντες γαλιάγκωνες γίνονται. καὶ ἤν τε τμηθῶσιν
1. ἤν τε καυθῶσιν ἤν τε αὐτόματόν σφιν ἐκραγῇ,
2. εὖ εἰδέναι χρὴ ὅτι ταῦτα οὕτως ἔχει. χρέεσθαι μέντοι
3. τῇ χειρὶ δυνατώτατοί εἰσιν οἱ ἐκ γενεῆς γαλιάγκωνες,
4. οὐ μὴν οὐδὲ ἐκεῖνοί γε ἀνατεῖναι παρὰ τὸ οὖς
5. τὸν βραχίονα ἐκτανύσαντες τὸν ἀγκῶνα δύνανται, ἀλλὰ
6. πολὺ ἐνδεεστέρως ἢ τὴν ὑγιέα χεῖρα.
8. Δύναται δὲ τοῦτο καὶ κυουμένοις ἐπισυμβαίνειν· συμφορὰν
9. δ’ ἄλλην ἔτι κυουμένοις ἐξαρθρήματος αἰτίαν γίνεσθαι
10. χαλεπὸν εὑρεῖν, ἀμφοτέρας δὲ ταύτας οὐκ ἀδύνατον
11. συμβῆναι· καὶ γὰρ ἐκπυῆσαι δυνατόν ἐστι τὸ ἐκραγῆναι καὶ
12. ἀπουλωθῆναι τῷ κυουμένῳ τῷ βρέφει πρὸς τῆς φύσεως καὶ
13. τοῦτο μᾶλλον ἔτι κατὰ ἔμπτωσιν ἐνδέχεται τοῦ κατ’ ὦμον
14. ἄρθρου διά τε τὴν ὑγρότητα τῆς φύσεως τοῦ παιδίου καὶ
15. τῆς κατὰ διάρθρωσιν κοτύλης τὸ εὐυπέρβατον.