Galenus. In Hippocratis De articulis commentaria (In Hipp. De artic. comm.) [n° 105 Fichtner] [GalLat]

Εἰς τὸ περὶ ἀρθρῶν βιβλίον Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Articulations d’Hippocrate
Commentary on Hippocrates’ ‘Joints’ (Hipp. Art.)
Hippocratis De articulis liber et Galeni in eum commentarii, 1829, vol. 18a, p. 300-345 423-767. urn:cts:greekLit:tlg0057.tlg095.verbatim-lat1
Abballe, 1972 (ita).

Hippocratis De articulis liber et Galeni in eum commentarii, 1.61, ed. Kühn, 1829, vol. 18a, p. 398-404. urn:cts:greekLit:tlg0057.tlg095.1st1K-grc1:1.61


9. Ὅσοισι δ’ ἂν τὸ ἀκρώμιον ἀποσπασθῇ, τουτέοισι φαίνεται
10. ἐξέχον τὸ ὀστέον τῶν ἀπεσπασμένων. ἔστι δὲ τοῦτο ὁ
11. σύνδεσμος τῆς κληῖδος καὶ τῆς ὠμοπλάτης· ἑτεροίη γὰρ
12. φύσις ἀνθρώπου ταύτη ἢ τῶν ἄλλων ζώων. οἱ οὖν ἰητροὶ
13. μάλιστα ἐξαπατέονται ἐν τούτῳ τῷ τρώματι, ἅτε
14. γὰρ ἀνασχόντος τοῦ ὀστέου τοῦ ἀποσπασθέντος ἡ ἐπωμὶς
15. φαίνεται χαμαιζήλη καὶ κοίλη, ὥστε καὶ προμηθεῖσθαι
16. τῶν ὤμων τῶν ἐκπεπτωκότων. πολλοὺς οὖν οἶδα ἰητροὺς
17. τἄλλα οὐ φλαύρους ἐόντας, οἳ πολλὰ ἤδη ἐλυμήναντο ἐμβάλλειν
18. πειρώμενοι τοὺς τοιούτους ὤμους, οὕτως οἰόμενοι
1. ἐκπεπτωκέναι καὶ οὐ πρόσθεν παύονται πρὶν ἢ ἀπογνῶναι
2. ἢ ἀπορῆσαι δοκέοντας αὐτοὶ σφᾶς αὐτοὺς ἐμβαλέειν
3. τὸν ὦμον. τούτοισιν ἰητρείη μὲν, ἥπερ καὶ τοῖσιν ἄλλοισι
4. τοιούτοισι κηρωτὴ καὶ σπλῆνες καὶ ὀθόνια καὶ ἐπίδεσις
5. τοιαύτη. καταναγκάζειν μέντοι τὸ ὑπερέχον χρὴ καὶ τοὺς
6. σπλῆνας κατὰ τοῦτο τιθέναι πλείστους καὶ πιέζειν ταῦτα,
7. μάλιστα τὸν βραχίονα πρὸς τῇσι πλευρῇσι προσηρτημένον
8. ἐς τὸ ἄνω μέρος ἔχειν, οὕτω γὰρ ἂν μάλιστα πλησιάζοιτο
9. ἀπεσπασμένον. τάδε μὴν εὖ εἰδέναι χρὴ καὶ προλέγειν
10. ὡς ἀσφαλέα, εἰ ἄλλως ἐθέλοις· ὅτι βλάβη μὲν οὐδεμίη
11. οὔτε μικρὴ οὔτε μεγάλη τῷ ὤμῳ γίνεται ἀπὸ τούτου τοῦ
12. τρώματος, αἴσχιον δὲ τὸ χωρίον. οὐδὲ γὰρ τοῦτο τὸ
13. ὀστέον ἐς τὴν ἀρχαίην ἕδρην ὁμοίως ἂν ἱδρυνθείη, ὥσπερ
14. πέφυκεν, ἀλλ’ ἀνάγκη πλέον ἢ ἔλασσον ὀγκηρότερον εἶναι
15. ἐς τὸ ἄνω. οὐδὲ γὰρ ἄλλο ὀστέον οὐδὲν ἐς τὸ αὐτὸ καθίσταται,
16. ὅτι ἂν κοινωνέον ἐστὶν ἑτέρῳ ὀστέῳ καὶ προσπεφυκὸς
17. ἀποπασθῇ ἀπὸ τῆς ἀρχαίης φύσιος. ἀνώδυνον
1. δὲ τὸ ἀκρώμιον ἐν ὀλίγῃσιν ἡμέρῃσιν γίνεται, ἢν χρηστῶς
2. ἐπιδέηται.

4. Σύνζευξιν ἐνδείκνυται τὸ ἀκρώμιον εἶναι, λέγει δὲ καὶ
5. ὀστοῦν ὑπάρχειν αὐτὸ καὶ συνδεῖν ἄμφω τὰ εἰρημένα. δῆλον
6. οὖν ὅτι χονδρῶδες ὀστοῦν ἐστι τὸ ἀκρώμιον ἐπικείμενον
7. τῇ συνζεύξει τῆς κλειδὸς καὶ τῆς ὠμοπλάτης, ὑμένας
8. ἐκπεφυκότας ἔχον, οἷς συνδεῖται τὰ πέρατα τῶν ὀστῶν. ἀποσπασθέντι
9. δὲ αὐτῷ καὶ κλεὶς εἴωθε συνέπεσθαι καὶ διὰ
10. τοῦτο ἐπανόρθωσις γίγνεται καταναγκαζομένης εἰς τὸ κάτω
11. τῆς κλειδὸς, ὡς ἀποτελεῖσθαί τινας κυκλοτερεῖς καμπὰς αὐτῆς.
12. ἐνταῦθα δὴ καὶ τοῖς νεωτέροις ἡ κατανάγκασις αὕτη
13. μᾶλλον ἐπιτυγχάνει· ὅσῳ γὰρ ἡ ἡλικία προέρχεται, ξηρότερα
14. τὰ σώματα ἡμῶν ἀποτελεῖται. καθάπερ οὖν τὰ ξηρὰ
15. ξύλα πρὸς καμπάς ἐστιν οὐκ ἐπιτήδεια, τὰ δὲ ὑγρὰ καὶ
16. χλωρὰ ῥᾳδίως πάσχει τοῦτο, κατὰ τὸν αὐτὸν τρόπον καὶ
17. τῶν ἔτι αὐξανομένων ὀστᾶ δύναται κάμπτεσθαι καταναγκαζόμενα,
18. καὶ πολὺ μᾶλλον, ὅταν ᾖ χαῦνα καὶ σηραγγώδη, καθάπερ
1. κλείς ἐστι. καὶ ἔγωγ’ ἐπειράθην αὐτὸς ἐπ’ ἐμαυτοῦ
2. καμπτομένης αἰσθανόμενος τῆς κλειδὸς, ἔσφυζε γὰρ διὰ βάθους
3. ὁπότε σφοδρῶς κατασπασθῇ τῷ βιαίῳ τῆς ἐπιδέσεως,
4. ὑπέμεινα δὲ τοῦτο μέχρι μ΄ ἡμέρας, ἐν αἷς οὕτω προσήχθη
5. τῇ κεφαλῇ τοῦ βραχίονος ἡ κλεὶς, ὥστε τοὺς μὲν νῦν ὁρῶντας
6. ἀπιστεῖν εἰ ἀπεσπάσθη ποτὲ, τοὺς δὲ ἰδόντας ὁπόταν
7. ἀπεσπάσθη, τριῶν δακτύλων διάστημα τὸ μεταξὺ γενόμενον
8. ὑπερθαυμάζειν τὸ πρᾶγμα. συνέβη μέντοι τὸν βραχίονα
9. τελείως ἀτροφῆσαι κατ’ ἐκεῖνον τὸν χρόνον, ὡς ἰσχνὸν παντελῶς
10. γενέσθαι, συνατροφῆσαι δ’ αὐτῷ καὶ τὸν πῆχυν.
11. ἀλλὰ ταῦτα μὲν ἐπανορθωσάμενος ἑνὶ βοηθήματι τῷ τῆς
12. ἐπιδέσεως ἀνετράφη σύμπαν τὸ κῶλον, οὐκ ἐν πολλῷ χρόνῳ
13. μετὰ τὸ λυθῆναι τοὺς ἐπιδέσμους. ἐπὶ δὲ μειρακίου
14. καὶ μᾶλλον ἐπὶ παιδίων ἑτοιμότερον ἡ ἐπίδεσις καταναγκάζοι
15. τὸ ὀστοῦν· ἐμοὶ μὲν γὰρ ἔτος ἄγοντι ε΄ καὶ λ΄ οὕτω
16. παθεῖν ἐν παλαίστρᾳ συνέβη, οὐ μὴν ἄλλον γέ τινα τῶν
17. ἤδη τελείων ἐδυνήθην ὁμοίως ἰάσασθαι διὰ τὸ μὴ φέρειν
18. αὐτοὺς τὸ βίαιον τῆς ἐπιδέσεως. ἐγὼ δ’ οὖν καὶ αὐτὸς
19. ἠσθανόμην ψυχροῦ τοῦ χωρίου πάντως, ὡς ἀναγκάζεσθαι
1. δι’ ὅλης ἡμέρας καὶ νυκτὸς ἔλαιον καταντλεῖν θερμὸν, ὑποβεβλημένου
2. δέρματος ὅλῳ τῷ σώματι, γυμνὸς γὰρ ἐπ’ αὐτοῦ
3. κατεκείμην, ὡς ἂν καὶ τῶν ὑπὸ κύνα καυμάτων ὄντων.
4. ὑποκειμένης οὖν κατὰ τὸ πρὸς τῶν ποδῶν μέρος λεκάνης
5. κενῆς ἐσχημάτισται κατὰ τοῦτο πρὸς ἔκρουν ἐπιτηδείως τὸ
6. δέρμα, πάλιν τε τὸ ἀθροισθὲν ἐν τῇ λεκάνῃ μεταβαλόντες
7. εἰς λέβητα κατὰ πυρὸς ἐπικείμενον ἐθέρμαινον, ἐντεῦθεν
8. λαβόντες ἀπήντλουν τῷ πεπονθότι χωρίῳ παντί. καὶ εἰ
9. βραχύ ποτε διέλιπον, εὐθέως ἠσθανόμην τάσεως τῶν κατὰ
10. τὸν τράχηλον μυῶν, ὡς εἶναι δῆλον ὅτι σπασμὸς ἀκολουθήσει
11. ῥαθυμησάντων περὶ τὴν κατάντλησιν. ἐμοὶ μὲν καὶ
12. ἄλλο τι συνέβη κατὰ τὰς κακοπαθείας τῶν μυῶν αἴτιον οὐ
13. σμικρὸν, ὃ καὶ αὐτὸ καλῶς ἔχει δηλῶσαι, χάριν τοῦ νομίσαι
14. τινὰ διὰ μόνην τὴν κατανάγκασιν τῆς κλειδὸς εὐπαθεῖς
15. γενέσθαι τοὺς μύας. ἀποσπασθέντος γὰρ τοῦ ἀκρωμίου
16. κατὰ παλαίστραν ὁ παιδοτρίβης ἰδὼν ταπεινὴν τὴν
17. ἐπωμίδα καὶ εἰς μασχάλην ὠλισθηκέναι τὸν βραχίονα κατέτεινέ
18. τε καὶ μοχλεύειν ἐπεχείρει καὶ τεχνικῶς ἐνήργει
1. ταῦτα. μὴ προχωροῦντος δὲ τοῦ ἔργου καὶ μάτην τοῦ χρόνου
2. τριβομένου νομίσας αὐτὸν ἐν τῇ μοχλείᾳ τι σφάλλεσθαι,
3. τοὺς μὲν ἄλλους μετ’ ἐκείνου τείνειν τε τὸν βραχίονα καὶ
4. ἀντιτείνειν ἄνω τὸν ὦμον ἐκέλευον, αὐτὸς ὑποβαλὼν τῆς
5. ἀπαθοῦς χειρὸς τοὺς δακτύλους ὡς ἐσωτάτω τοῦ δοκοῦντος
6. ὠλισθηκέναι τὸν βραχίονα, ἵνα μεταξὺ τῶν πλευρῶν καὶ τῆς
7. κεφαλῆς αὐτοὺς παρενθεὶς ἀναμοχλεύσειεν αὐτὸ μικρὸν τοῦτο
8. μηδὲν εὑρὼν ἐν τῇ μασχάλῃ παρὰ φύσιν ἐκέλευον ἐπισχεῖν
9. τὴν τάσιν τοὺς ἅμα τῷ παιδοτρίβῃ τείνοντάς τε καὶ ἀντιτείνοντας,
10. οὐ γὰρ ἐκπεπτωκέναι τὸ ἄρθρον. οἱ δ’
11. ὡς μετὰ τὴν ὀδύνην μαλθακιζομένου μου περιέτρεπόν τε
12. παρέχειν αὐτὸν ἑαυτοῖς οὐκ ἐμαυτοῦ, οὐκ ἐπαύοντό τε
13. τείνοντες, ὥς τις ἂν διέσπασε τὸν μῦν, ὡς ἤδη καὶ ἄλλοις
14. τισὶ συνέπεσεν, εἰ μὴ κατὰ τύχην ἐπιφανὴς ἕτερος εὖ ἰδὼν,
15. μηδέποτ’ ἂν διὰ μαλακίαν εἶρξα αὐτοὺς τῆς τάσεως, ἀπέλυσε
16. μὲν ἐκείνους, ἐμοὶ δ’ ἐπύθετο τί ποτ’ ἂν εἵη τὸ γεγονὸς,
17. ὅ τι τε κελεύοι με πράττειν. εἶπον οὖν αὐτῷ τὸ μὲν
18. γεγονὸς ἀποσπασθῆναι τοῦ ἀκρωμίου, χρῄζειν δὲ ἐλαίου καὶ
1. ὀθονίου καὶ ἐρίων εἰς τὸ βαλανεῖον αὐτὸς ἐπορεύθην καὶ
2. πολὺ περιχεόμενος ἔλαιον ἐνδιέτριψα τῇ δεξαμένῃ, μέχρι
3. δυνατὸν ἦν, νομίζων ὅπως κομισθείη τὰ πρὸς τὴν θεραπείαν·
4. ὥστε μοι καὶ διὰ ταύτην τὴν κακοπάθειαν οἱ μύες
5. ἐδέοντο συνεχοῦς καταντλήσεως. οἱ πολλοὶ δὲ καὶ μὴ γενομένης
6. αὐτῆς τῆς ἐπιδέσεως οὐ φέρουσιν, ἀλλ’ αἱροῦνται
7. τὴν εἰς τὸν ἔπειτα χρόνον ἐκ τοῦ πάθους ἔχειν δυσχέρειαν
8. ὑπὲρ τοῦ μὴ πονεῖσθαι μέχρι τεσσαρακονθημέρου· οὐ γὰρ
9. ἡγοῦμαι θᾶττον δύνασθαι τῶν τοσούτων ἀκριβῶς καμφθῆναι
10. τὸ τῆς κλειδὸς ὀστοῦν. τὰ δ’ ἄλλα τῆς ῥήσεως δῆλα.

Cliquer un n° de page pour en afficher l’image