Galenus. In Hippocratis De articulis commentaria (In Hipp. De artic. comm.) [n° 105 Fichtner] [GalLat]

Εἰς τὸ περὶ ἀρθρῶν βιβλίον Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Articulations d’Hippocrate
Commentary on Hippocrates’ ‘Joints’ (Hipp. Art.)
Hippocratis De articulis liber et Galeni in eum commentarii, 1829, vol. 18a, p. 300-345 423-767. urn:cts:greekLit:tlg0057.tlg095.verbatim-lat1
Abballe, 1972 (ita).

Hippocratis De articulis liber et Galeni in eum commentarii, 1.64, ed. Kühn, 1829, vol. 18a, p. 407-410. urn:cts:greekLit:tlg0057.tlg095.1st1K-grc1:1.64


5. Συμφύεται δὲ ταχέως κληῒς καὶ τἄλλα πάντα ὅσα χαῦνα
6. ὀστέα. ταχεῖαν γὰρ τὴν ἐπιπώρωσιν ποιέεται τὰ τοιαῦτα.
7. ὅταν μὲν οὖν νεωστὶ καταγῇ, οἱ τετρωμένοι σπουδάζουσιν
8. οἰόμενοι μεῖζον τὸ κακὸν εἶναι ἢ ὅσον ἐστὶν οἵ τε ἰητροὶ
9. προθυμέονται δῆθεν ὀρθῶς ἰῆσθαι. προϊόντος δὲ
10. τοῦ χρόνου οἱ τετρωμένοι, ἅτε οὐκ ὀδυνώμενοι οὔτε κωλυόμενοι
11. οὔτε ὁδοιπορίης οὔτε ἐδωδῆς καταμελέουσιν·
12. οἵ τε αὖ ἰητροὶ ἅτε οὐ δυνάμενοι κατὰ τὰ χωρία ἀποδεικνύναι
13. ἀποδιδράσκουσι καὶ οὐκ ἄχθονται τῇ
14. ἀμελείῃ τῶν τετρωμένων, ἐν τούτῳ δὲ ἡ ἐπιπώρωσις συνταχύνεται.
15. ἐπιδέσιος μὲν οὖν τρόπος καθέστηκε παραπλήσιος
16. τοῖσι πλείστοισι, κηρωτῇ καὶ σπλήνεσι καὶ ὀθονίοισι
17. μαλθακοῖσιν ἰητρεύειν, καὶ τάδε δεῖ προσιητρεύειν
18. καὶ τάδε δεῖ προσξυνιέναι καὶ μάλιστα ἐν τούτῳ τῷ χειρίσματι,
1. ὅτι τούς τε σπλῆνας πλείστους κατὰ τὸ ἐξέχον
2. χρὴ τιθέναι καὶ τοῖσι ἐπιδέσμοισι πλείστοισι καὶ μάλιστα
3. κατὰ τοῦτο χρὴ πιέζειν. εἰσὶ δὲ δή τινες οἳ ἐπεσοφίσαντο
4. ἤδη μολύβδιον βαρὺ προσεπικαταδεῖν, ὡς καταναγκάζειν
5. τὸ ὑπερέχον. ξυνιᾶσι μὲν οὖν ἴσως οὐδὲ οἱ ἁπλῶς
6. ἐπιδέοντες· ἀτὰρ δὴ οὐδὲ οὗτος ὁ τρόπος κληῖδος κατήξιός
7. ἐστιν, οὐ γὰρ δυνατὸν τὸ ὑπερέχον καταναγκάζεσθαι
8. οὐδὲν ὅ τι καὶ ἄξιον λόγου. ἄλλοι δ’ αὖ τινές εἰσιν οἵτινες
9. καταμαθόντες τοῦτο, ὅτι αὗται αἱ ἐπιδέσιες παράφοροί
10. εἰσι καὶ οὐ κατὰ φύσιν καταναγκάζουσι τὰ ὑπερέχοντα.
11. ἐπιδέουσι μὲν οὖν αὐτοὺς σπλήνεσι καὶ ὀθονίοισι
12. χρώμενοι, ὥσπερ καὶ οἱ ἄλλοι, ζώσαντες δὲ τὸν ἄνθρωπον
13. ταινίῃ τινὶ, ᾗ εὐζωστότατος αὐτὸς ἑωυτοῦ ἐστιν, ὅταν
14. ἐπιθῶσι τοὺς σπλῆνας ἐπὶ τὰ ὑπερέχοντα τοῦ κατήγματος
15. ἐξογκώσαντες ἐπὶ τὰ ἐξέχοντα τὴν ἀρχὴν τοῦ ὀθονίου
16. προσέδησαν πρὸς τὸ ζῶσμα ἐκ τοῦ ἔμπροσθεν καὶ
17. οὕτως ἐπιδέουσιν ἐπὶ τὴν ἴξιν τῆς κληῖδος ἐπιτανύοντες
18. ἐς τοὔπισθεν ἄγοντες, κἄπειτα περιβαλόντες περὶ τὸ
1. ζῶσμα ἐς τοὔμπροσθεν ἄγουσι καὶ αὖθις ἐς τοὔπισθεν. οἱ
2. δέ τινες οὐχὶ περὶ τὸ ζῶσμα περιβάλλουσι τὸ ὀθόνιον,
3. ἀλλὰ περὶ τὸ περίνεόν τε καὶ παρ’ αὐτὴν τὴν ἕδρην καὶ
4. παρὰ τὴν ἄκανθαν κυκλεύοντες τὸ ὀθόνιον, οὕτω πιέζουσι
5. τὸ κάταγμα. ταῦτα γοῦν ἀπείρῳ μὲν ἀκοῦσαι φαίνεται
6. ἐγγὺς τοῦ κατὰ φύσιν εἶναι, χρεωμένῳ δὲ ἄχρηστα· οὔτε
7. γὰρ μόνιμα οὐδένα χρόνον, οὐδ’ εἰ κατακέοιτό τις, καίτοι
8. ἐγγυτάτω ἂν οὕτως, ἀλλ’ ὅμως εἰ κατακείμενος ἢ τὸ σκέλος
9. συγκάμψειεν ἢ αὐτὸς καμφθείη, πάντα ἂν τὰ ἐπιδέσματα
10. κινέοιτο ἄλλως τε ἀσηρὴ ἡ ἐπίδεσις.

12. Τὴν αἰτίαν εἶπεν αὐτὸς τοῦ ταχέως τὰ τοιαῦτα
13. συμφύεσθαι, τοῦ μέντοι τὴν πώρωσιν γίγνεσθαι ταχεῖαν,
14. οὐκ ἔτ’ εἶπε τὴν αἰτίαν, ὡς ἂν ἐξ αὐτῶν τῶν ὀστῶν
15. τῆς φύσεως ὑπὲρ ὧν ὁ λόγος ἐστὶ νοηθῆναι δυναμένην. τὰ
16. γὰρ χαῦνα πλείονος ἐν αὐτοῖς ὑγρότητος μετέχει. λέλεκται
17. δὲ ἡμῖν ἐν τοῖς ἔμπροσθεν ὡς ἐκχεομένης αὐτῆς, εἶτα πηγνυμένης
18. ὑπὸ τῆς κατὰ τὸ πεπονθὸς ὀστοῦν δυνάμεως ὁ
1. πῶρος ἐπιτρέφεται τοῖς χείλεσι τοῦ κατεαγότος ὀστοῦ. κἀπειδὰν
2. ἱκανῶς τοῦτο γένηται, συνδεῖταί τε καὶ σφίγγεται
3. τὰ χείλη τοῦ κατάγματος, οὐ διὰ τοῦ βάθους ἐῤῥιμμένου
4. τοῦ πεπονθότος ὀστοῦ, καθάπερ ἐῤῥιμμέναι σάρκες, ἀλλ’
5. ὡς εἴρηται κατὰ τὴν ἐκτὸς ἐπιφάνειαν, οἷον δεσμόν τινα
6. ἀχθομένου. τὰ δ’ ἑξῆς ἅπαντα δῆλα τοῖς προσέχουσι τὸν
7. νοῦν.

Cliquer un n° de page pour en afficher l’image