10. Ἥ τε γὰρ ἕδρη ἀπολαμβάνεται ἀθρόα τε τὰ ὀθόνια ἐν ταύτῃ
11. τῇ στενοχωρίῃ γίνεται. τά τε αὖ περὶ τὴν ζώνην παραβαλλόμενα
12. οὐχ οὕτως ἰσχυρῶς ἔζωσται, ὡς οὐκ ἀναγκάσαι
13. ἐς τὸ ἄνω τὴν ζώνην ἐπανιέναι καὶ οὕτως ἀνάγκη ἂν
14. εἴη πάντα χαλᾷν τὰ ἐπιδέσματα, ἄγχιστα δ’ ἄν τις δοκέῃ
15. ποιέειν, καίπερ οὐ μεγάλα ποιέων, εἰ τοῖσι μέν τισι
16. τῶν ὀθονίων περὶ τὴν ζώνην περιβάλλοι, τοῖσι δὲ πλείστοισι
17. τῶν ὀθονίων τὴν ἀρχαίην ἐπίδεσιν ἐπιδέοι· οὕτω
18. γὰρ ἂν μάλιστα τὰ ἐπιδέσματα μόνιμά τε εἴη καὶ ἀλλήλοισι
19. τιμωρέοι. τὰ μὲν οὖν πλεῖστα εἴρηται ὅσα καταλαμβάνει
1. τοὺς τὴν κληῖδα καταγνυμένους, προσξυνιέναι
2. δὲ καὶ τόδε χρὴ, ὅτι κληῒς ὡς ἐπὶ τὸ πουλὺ κατάγνυται,
3. ὥστε τὸ μὲν ἀπὸ τοῦ στήθεος πεφυκὸς ὀστέον εἰς τὸ
4. ἄνω μέρος ὑπερέχειν, τὸ δὲ ἀπὸ τῆς ἀκρωμίης πεφυκὸς
5. ὀστέον ἐν τῷ κάτω μέρει εἶναι. αἴτια δὲ τούτων τάδε,
6. ὅτι τὸ μὲν στῆθος οὔτε κατωτέρω ἂν πουλὺ οὔτε ἀνωτέρω
7. χωρήσειεν.
9. Οὐκ ἔστι σύνθετον ὄνομα τὸ στενυγροχωρίῳ ἐκ τε τοῦ
10. ὑγροῦ καὶ τοῦ στενοῦ καὶ τῆς χώρας γεγονὸς, ὥς τινες νομίζουσιν,
11. ἀλλ’ ἀπὸ τοῦ στενυγρὸν, ὅπερ οὐδ’ αὐτὸ πλέον
12. σημαίνει τοῦ στενοῦ κατὰ παραγωγήν τινα γεγενημένης
13. στενυγροχωρίας μηδὲν πλέον δηλούσης τῆς στενότητος. εὔδηλον
14. δὲ τοῦτο κἀξ ὧν Σιμωνίδης εἶπεν, ὧδέ πως ἐχόντων·
15. οὔπω τις οὕτω δασκίοις ἐν οὔρεσιν ἀνὴρ λέγονται δὶς ἐν οὐδὲ
16. πάρδαλιν μοῦνος στενυγρῷ συντυχὼν ἐν ἀτραπῷ. ψιλοῦται
17. δὲ δηλονότι κατὰ τὴν δευτέραν συλλαβήν.