5. Εἰ οὖν τις τῇ μὲν ἐπιδέσει χρῷτο τῇ νομίμῃ τοῦ ταχέως
6. συναλθεσθῆναι εἵνεκα, ἡγήσαιτο δὲ τἄλλα πάντα μάτην
7. εἶναι παρὰ τὸ σχῆμα τὸ εἰρημένον, ὀρθῶς τε ἂν ξυνίῃ,
8. ἰητρεύοι τ’ ἂν τάχιστα καὶ κάλλιστα· κατακέεσθαι μέντοι
9. τὸν ἄνθρωπον μέγα τὸ διάφορόν ἐστι καὶ ἡμέραι ἱκαναὶ
10. τεσσαρεσκαίδεκα, εἰ ἀτρεμέοι, εἴκοσι δὲ πάμπολλαι.
12. Νομίμην ἐπίδεσιν λέγει τὴν ὑπὸ πάντων εἰθισμένην
13. καὶ ὥσπερ ἄγραφον ἤδη νόμον οὖσαν· οὕτως γὰρ κἀν τῷ
14. βίῳ τινὰ τῶν ἐθῶν, ὅσα πρὸς ἁπάντων ἐπιτηδεύηται, τοῖς
15. νόμοις ἐστὶ παραπλήσια. τὴν μὲν οὖν καταγματικὴν ἐπίδεσιν
16. οὐ πάντῃ ἐποίουν τοῦ προσήκοντος, καὶ διὰ τοῦτο
17. πλείονα περὶ αὐτῆς ἔγραψεν ἐν πρώτῳ βιβλίῳ περὶ τῶν
18. ἀγμῶν. ἐνταυθοῖ δὲ οὐδεμία παθήματος ἐπίδεσις οὐδενὸς
1. τοιαύτη. δέδεικται γάρ μοι καὶ διὰ τῶν εἰς ἐκεῖνο τὸ βιβλίον
2. ὑπομνημάτων, ἀλλὰ καὶ νῦν ἀνεμνήσθη, πάντα μὲν
3. ὅσα τῷ τρόπῳ τῆς καταγματικῆς ἐπιδέσεως ὑποπίπτει παθήματα,
4. κατ’ ἐκεῖνο τὸ βιβλίον ὑπ’ αὐτοῦ γεγράφθαι, πάντα
5. δ’ αὖ πάλιν ὅσα τῇ λοιπῇ κατὰ τοῦτο. γίνεται γὰρ ἡ
6. καταγματικὴ περιβαλλόντων ἡμῶν ἐν κύκλῳ τὰ ὀθόνια τῷ
7. κατεαγότι μορίῳ. τὸ δεύτερον εἶδος τῆς ἐπιδέσεως ἐπ’ ἄλλα
8. μόρια τὴν νομὴν ποιουμένων, καὶ κατά γε τὸ πλεῖστον ἐπὶ
9. τὰ ἀντικείμενα τῷ πεπονθότι, καθάπερ κἀν ἰητρείῳ εἶπεν·
10. ὁμολογέει δὲ ὁμοῦ μὲν ἡ περὶ τὴν ἑτέρην μασχάλην
11. περιβολή.