Galenus. In Hippocratis De articulis commentaria (In Hipp. De artic. comm.) [n° 105 Fichtner] [GalLat]

Εἰς τὸ περὶ ἀρθρῶν βιβλίον Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Articulations d’Hippocrate
Commentary on Hippocrates’ ‘Joints’ (Hipp. Art.)
Hippocratis De articulis liber et Galeni in eum commentarii, 1829, vol. 18a, p. 300-345 423-767. urn:cts:greekLit:tlg0057.tlg095.verbatim-lat1
Abballe, 1972 (ita).

Hippocratis De articulis liber et Galeni in eum commentarii, 1.7, ed. Kühn, 1829, vol. 18a, p. 318-323. urn:cts:greekLit:tlg0057.tlg095.1st1K-grc1:1.7


7. Ἐνθέντες γὰρ τῆς ἑτέρης χειρὸς τοὺς κονδύλους ἐς τὴν
8. μασχάλην ἀναγκάζουσιν ἄνω τὸ ἄρθρον, τὸν δὲ ἀγκῶνα
9. παράγουσιν ἐπὶ τὸ στῆθος.

11. Ὁ πρῶτος τρόπος οὗτος τῆς ἐμβολῆς ἐστιν ὑποβάλλοντος
12. εἴτ’ αὐτοῦ τοῦ κάμνοντος εἴτ’ ἰατροῦ τινος ὑπὸ τὴν
13. κεφαλὴν τοῦ βραχίονος τοὺς κονδύλους τῆς χειρὸς οὐχ ἁπλῶς,
14. ἀλλ’ ἐκ τῶν ἔνδον μερῶν ὡς ἀποστῆσαι κάτω πρῶιον, εἶθ’
15. οὕτως εἰς τὴν ἄνω χώραν ἀπώσασθαι καὶ κατ’ εὐθὺ ποιῆσαι
16. τῆς ὑποδεξομένης αὐτὴν κοιλότητος. ἐνταῦθα γὰρ, οἶμαι,
17. καὶ οἱ περικείμενοι τῇ διαρθρώσει μύες ὑπηρετοῦσί τε καὶ
1. συμπράττουσιν αὐτῇ. εἴρηται γὰρ ὑπ’ αὐτοῦ κατὰ
2. τὸ περὶ ἀγμῶν, ὥσπερ οὖν καὶ ἡμῖν ἐν τοῖς περὶ μυῶν κινήσεως
3. οἰκείαν τε καὶ σύμφυτον εἶναι τοῖς μυσὶ τὴν εἰς
4. ἑαυτοὺς συνίζησιν. ἐκτείνονται γὰρ οὐχ ὑφ’ ἑαυτῶν, ἀλλ’
5. ὑπὸ τῶν ἀντιτεταμένων μυῶν ἡσυχάζοντες καὶ ἀργοῦντες
6. αὐτοί. ἡ τοιαύτη κίνησις τῶν μυῶν καὶ τὴν ἐνεχθεῖσαν εἰς
7. μασχάλην κεφαλὴν τοῦ βραχίονος οὐκ ἐᾷ κατὰ χώραν μένειν,
8. ἀλλ’ ἀνασπᾷ μέχρι τῶν πλευρῶν τοῦ θώρακος ὑποπίπτειν
9. τε καὶ ὑποκεῖσθαι τῷ τῆς ὠμοπλάτης αὐχένι, διό
10. καὶ ἡ ἐμβολὴ σύνθετός ἐστιν ἐκ τριῶν ἐνεργειῶν, πρώτης
11. μὲν καθ’ ἥν ἡμῖν εἰς τὸ πρόσω τὸ ἄρθρον ἄγεται, δευτέρας
12. δὲ καθ’ ἣν ἄνω, καὶ τρίτης καθ’ ἢν ὀπίσω. αὕτη γὰρ
13. ἀναγκαία τῷ ἐμβάλλοντι, δι’ οὗπερ ἂν ἐπιχειρεῖ τρόπου
14. τὴν ἐμβολὴν ποιήσασθαι. ἔνθα μὲν οὖν ὑγρὰ φύσει καὶ
15. χαλαρὰ τὰ περικείμενα σώματα διαρθρώσει μετὰ βραχείας
16. καταστάσεως τῆς χειρὸς ἡ κεφαλὴ τοῦ βραχίονος εἰς τὸ
17. πρόσω μέρος ἀνάγεται. συντόνων δὲ ὄντων ἰσχυροτέρως
18. δεῖται, διὰ τοῦτ’ οὖν εὕρηνται πλείους τρόποι τῆς ἐμβολῆς,
19. ἐπεὶ τό γε κεφάλαιον ἁπασῶν ἕν ἐστι τὸ προειρημένον, εἰς 
1. τρεῖς οὓς εἶπον σκοποὺς ἀναγόμενον, αὐτοὺς δὲ τοὺς τρεῖς
2. σκοποὺς εὕρομεν ἐκ τοῦ κοινοτάτου καὶ γενικωτάτου πάντων
3. ὑφ’ Ἱπποκράτους μὲν εἰρημένου, πρὸς ἡμῶν δὲ ἀποδεδειγμένου
4. κατὰ τὰ τῆς θεραπευτικῆς μεθόδου βιβλία. λεχθήσεται
5. δὲ καὶ νῦν ὅσον οἷόν τε διὰ βραχυτάτων. οὐδὲν μὲν
6. τῶν κατὰ φύσιν ἐπανορθώσεως δεῖται. φυλάττειν μὲν γὰρ
7. ἡμῖν, οὐκ ἀνασκευάζειν αὐτὰ πρόκειται, τὰ δὲ παρὰ φύσιν
8. ἔχοντα πρόκειται μὲν εἰς τὸ κατὰ φύσιν ἐπανάγειν, ἀναγκαῖον
9. δέ ἐστι τῷ μέλλοντι εἰς τὴν ἀρχαίαν ἐπανέρχεσθαι
10. κατάτασιν, ὅθεν ἐξετράπετο τὴν αὐτὴν ὁδὸν ἀνάπαλιν ἐλθεῖν,
11. ὅπερ οὐδὲν διαφέρει τοῦ φάναι τὴν ἐναντίαν ὁδὸν
12. ἀνύσαι. τοῖς οὖν ἐξ Ἀθηνῶν εἰς Ἐλευσῖνα πορευθεῖσιν
13. οὐκ ἂν ἔχοις ἐναντίαν ὁδὸν ἑτέραν εἰπεῖν ἢ τὴν ἐξ Ἐλευσῖνος
14. Ἀθήναζε· καίτοι γε τὸ πρῶτον ἀνυσθὲν μέρος τῆς ὁδοῦ
15. πορευομένοις ἐξ Ἀθηνῶν ὕστατον ἀναστρεφόντων. σκέπτου
16. τοίνυν ἐφ’ ἑκάστης ἐξαρθρήσεως ὁπόθεν μὲν ἤρξατο
17. τῆς μεταστάσεως τὸ ἄρθρον, ὅπως δὲ προῆλθεν, ὅποι δὲ
1. τὴν τελευτὴν ἐποιήσατο. δεήσει γάρ σε τὴν μὲν τελευτὴν
2. τῆς μεταστάσεως ἀρχὴν τῆς ἐπανόδου ποιήσασθαι, προελθεῖν
3. δὲ ἐντεῦθεν ἀνάπαλιν τὴν ἀρχὴν τῆς ἐμπτώσεως. αὐτίκα
4. γοῦν ἐπὶ τῆς προκειμένης ἐξαρθρήσεως, ὅταν ἀπὸ τῆς
5. οἰκείας ἕδρας εἰς τὴν πρόσω χώραν ἡ κεφαλὴ τοῦ βραχίονος
6. ὑποχωροῦσα κάτω μὲν ἐνεχθῇ τῷ βάρει ῥέψασα, μετὰ
7. ταῦτα δὲ ὀπίσω πρὸς τὰς πλευρὰς ὑπὸ τῶν μυῶν εἰς αὐτὰς
8. συνελκόντων ἀνασπασθῇ, τὴν εἰς τὸ κατὰ φύσιν ἐπάνοδον
9. ἄρξασθαι μὲν ἀπὸ τῆς ὀπίσω χώρας ἀναγκαῖόν ἐστιν,
10. ἐνταῦθα δὲ πρόσω μὲν πρῶτον, εἶτ’ ἄνω παράγεσθαι, κἀπειδὰν
11. ἤδη κατ’ εὐθὺ τῆς κοιλότητος ᾖ, δυοῖν θάτερον, ἢ
12. τοῖς μυσὶν ἐπιτρέψαι τὸ πᾶν ἢ καὶ αὐτὸν συνεπωθεῖν. ὅταν
13. γε μὴν ἐπιτρέψῃς τοῖσι μυσὶ, μὴ καταλίπῃς τὴν κάτω χώραν
14. ἀφρούρητον. ὀχεῖσθαι γὰρ ἐνταῦθα ἐπί τινος χρὴ τὸν
15. βραχίονα, μή πως ἠτονηκότων τῶν μυῶν ἀνασπᾷν αὐτὸν
16. ἐνεχθῆναι κάτω φθάσῃ, πρὶν ὑπ’ ἐκείνων εἰς τὴν οἰκείαν
17. ἐνεχθῇ χώραν. οὐσῶν οὖν τούτων τῶν τριῶν ὁδοιοποριῶν,
18. ἄριστον μέν ἐστιν ἑκάστην ποιεῖσθαι κατ’ εὐθεῖαν γραμμὴν,
1. πρώτην μὲν τὴν πρόσω, δευτέραν δὲ τὴν ἄνω καὶ τρίτην
2. τὴν ὀπίσω. πολλάκις δὲ οὐχ οὕτως, ἀλλὰ καὶ περικυλινδομένου
3. τῆς κεφαλῆς τοῦ βραχίονος τῷ τῆς ὠμοπλάτης
4. αὐχένι τὴν ἐμβολὴν ἐργαζόμεθα καὶ ὅ γε πρῶτος τρόπος ὁ
5. διὰ τῶν δακτύλων ὑπό τε τοῦ πάσχοντος καὶ τῶν
6. ἰατρῶν γιγνόμενος ἐκ τούτου τοῦ εἴδους ἐστίν. ὀνομάζει δὲ
7. αὐτὸν αὐτὸς ὁ Ἱπποκράτης κατὰ περίσφαλσιν ἐπιτυγχανόμενον
8. ἄνευ βλάβης ἐν τῇ κατ’ ὦμον διαρθρώσει μηδεμίαν
9. ἐξοχὴν ἐχούσῃ προμήκη, μήτε κατὰ τὴν κεφαλὴν τοῦ βραχίονος.
10. ἀκριβῶς γάρ ἐστι περιφερὴς, μήτε κατὰ τὰς ὀφρῦς
11. τῆς ὑποδεξομένης αὐτὸν κοιλότητος· οἷς μὲν οὖν ἐκπίπτει
12. πυκνῶς ἀνάγκη τήν τε διάρθρωσιν εἶναι χαλαρὰν καὶ τὴν κοιλότητα
13. βραχείας ἔχειν τὰς ὀφρῦς, καὶ διὰ τοῦτο ῥᾳδίως αὐτοὶ
14. ἑαυτοῖς ἐμβάλλουσι τὸ ἄρθρον οἱ οὕτω κατεσκευασμένοι
15. τοὺς κονδύλους τῶν δακτύλων τῆς ἀπαθοῦς χειρὸς ὑποθέντες
16. εἰς τὴν μασχάλην, ὡς μεταξὺ δηλονότι τὴν ἔνθεσιν αὐτῶν
17. γίνεσθαι τῆς κεφαλῆς τοῦ βραχίονος καὶ τῶν πλευρῶν,
18. καὶ γίνονται ἀντὶ μοχλοῦ τηνικαῦτα τῆς χειρὸς οἱ δάκτυλοι,
19. τελευτώντων μὲν εἰς ὀξὺ πέρας τῶν κονδύλων, ὥσπερ ἡ κώνου
1. κορυφή. αὐτῇ δὲ ταύτῃ τῇ κορυφῇ παρεισερχομένων
2. ῥᾳδίως, ὡς εἰπεῖν, εἰς τὴν μεταξὺ χώραν τῆς τε κεφαλῆς
3. τοῦ βραχίονος καὶ τῶν πλευρῶν. ἢν δ’ ἅπαξ ὑπ’ αὐτῆς
4. εἰσδεχθῶσι ῥᾳδίας τῆς ἐμβολῆς γινομένης διὰ τὴν ὑγρότητα
5. τῶν κατὰ τὴν διάρθρωσιν σωμάτων. οἱ μέντοι δάκτυλοι
6. παραδεχθέντες εὐθέως ἐν αὐτῷ τούτῳ τὸ ἄρθρον εἰς τὸ
7. πρόσω μέρος ἀφιστᾶσι τῶν πλευρῶν· ὁ δ’ ἀγκὼν παρὰ τὸ
8. στῆθος ἀπαγόμενος ὑψοῖ τὸν βραχίονα. συνεπωθούντων δὲ
9. ἐν τῷδε τῶν δακτύλων καὶ κυλινδουμένων κατὰ τῶν κάτω
10. τε καὶ πρόσω μερῶν τῆς διαρθρώσεως ἡ κεφαλὴ τοῦ βραχίονος
11. ἐπὶ τὴν ὀφρῦν ἀναβαίνει τῆς ὑποδεχομένης αὐτὴν
12. κοιλότητος. εἰ δ’ ἅπαξ ἐν τούτῳ γένοιτο, διὰ βραχείας ῥοπῆς
13. εἰς αὐτὴν ἐμπίπτει τὴν κοιλότητα· τοῦτο δ’ ἦν τὸ πέρας
14. τῆς ἐμβολῆς.

Cliquer un n° de page pour en afficher l’image