17. Εἰ δὲ μὴ καταγείη μὲν οὕτως, παρολισθαίνοι δὲ ἐς τὸ
18. πλάγιον ἢ τῇ ἢ τῇ, ἐς τὴν φύσιν μὲν ἀπαγαγεῖν ἂν δέοι,
1. ἀναγαγόντα τὸν ὦμον σὺν τῷ βραχίονι, ὥσπερ καὶ πρόσθεν
2. εἴρηται. ὅταν δὲ ἵζηται εἰς τὴν ἀρχαίην φύσιν,
3. ταχείη ἂν ἡ ἄλλη ἰητρείη εἴη. τὰ μὲν οὖν πλεῖστα τῶν
4. παρηλλαγμένων κατορθοῖ αὐτὸς ὁ βραχίων ἀναγκαζόμενος
5. πρὸς τὰ ἄνω.
7. Ἀκούειν σε χρὴ νῦν εἰρῆσθαι πρὸς αὐτοῦ κατὰ τὴν
8. ἔνδον ἢ ἔξω μετάστασιν τῶν ὀστῶν. ἄκουε δέ μου λέγοντος
9. ἔνδον μὲν εἰς τὸ βάθος τοῦ σώματος, ἔξω δὲ ἐπὶ τοῦ
10. πρὸς τὸ δέρμα.