Galenus. In Hippocratis De articulis commentaria (In Hipp. De artic. comm.) [n° 105 Fichtner] [GalLat]

Εἰς τὸ περὶ ἀρθρῶν βιβλίον Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Articulations d’Hippocrate
Commentary on Hippocrates’ ‘Joints’ (Hipp. Art.)
Hippocratis De articulis liber et Galeni in eum commentarii, 1829, vol. 18a, p. 300-345 423-767. urn:cts:greekLit:tlg0057.tlg095.verbatim-lat1
Abballe, 1972 (ita).

Hippocratis De articulis liber et Galeni in eum commentarii, 1.8, ed. Kühn, 1829, vol. 18a, p. 323-325. urn:cts:greekLit:tlg0057.tlg095.1st1K-grc1:1.8


17. Τὸν αὐτὸν δὲ τρόπον τοῦτον καὶ ὁ ἰατρὸς ἂν ἐμβάλλοι, εἰ
18. αὐτὸς μὲν ὑπὸ τὴν μασχάλην ἐσωτέρω τοῦ ἄρθρου ἐκπεπτωκότος
19. ὑποτείνας τοὺς δακτύλους ἀπαναγκάζοι ἀπὸ
20. τῶν πλευρέων ἐμβάλλων τὴν ἑωϋτοῦ κεφαλὴν ἐς τὸ ἀκρώμιον
1. ἀντερείσιος ἕνεκα, τοῖσι δὲ γούνασι παρὰ τὸν ἀγκῶνα
2. ἐς τὸν βραχίονα ἐμβαλὼν ἀντωθέοι πρὸς τὰς πλευράς.
3. ξυμφέρει δὲ καρτερὰς τὰς χεῖρας ἔχειν τὸν ἐμβάλλοντα,
4. εἰ αὐτὸς μὲν τῇσι χερσὶ καὶ τῇ κεφαλῇ οὕτως
5. ποιοίη, ἄλλως δέ τις τὸν ἀγκῶνα παράγοι παρὰ τὸ
6. στῆθος.

8. Οἱ ἰατροὶ τὰ μὲν κοινά τινα ταῖς ἰδιωτῶν ἐνεργείαις
9. ἐνεργοῦσιν ἐμβάλλοντες αὐτοῖς τὸ ἐξαρθρῆσαν, καὶ τοῦτο μὲν
10. διαπράττουσι κατά γε τὴν νῦν ἑρμηνευομένην ἐμβολὴν, τὰ
11. δέ τινα τοῖς κοινοῖς αὐτοὶ προστιθέασιν ἴδια. κοινὰ μὲν
12. οὖν αὐτοῖς ἐστι πρὸς τοὺς ἰδιώτας ἥ τε διὰ τῶν δακτύλων
13. μοχλεία καὶ ἡ τοῦ βραχίονος ὕψωσις, ἴδια δὲ πρὸς τούτοις
14. ἥ τε τῆς κεφαλῆς ἐς· τὸ τοῦ κάμνοντος ἀκρώμιον ἀντέρεισις,
15. ἥ τε διὰ τῶν γονάτων ἀντώθησις ἐρειδομένων εἰς τὸ κάτω
16. τοῦ βραχίονος. γίνεται δὲ ἡ ἀντέρεισις ἕνεκα τοῦ μὴ συνακολουθεῖν
17. τὸν ἄνθρωπον ἀγομένῳ πρόσω τῷ βραχίονι διὰ
18. τῆς τῶν χειρῶν μοχλείας, καὶ πρῶτά γε χρὴ γίνεσθαι ταῦτα, 
1. τρίτον δ’ αὐτοῖς ἕπεσθαι τὴν διὰ τῶν γονάτων ἀντώθησιν
2. ἐν ἐκείνῳ τῷ καιρῷ τῆς ὅλης χειρουργίας ἐπιτηδείως γινομένης,
3. ἡνίκα τελέως ἡ κεφαλὴ τοῦ βραχίονος ἀποχωρήσασα
4. τῶν πλευρῶν οὐκ εὐθὺς ὑποπίπτει τῷ τῆς ὠμοπλάτης αὐχένι.
5. τηνικαῦτα γὰρ οὐδ’ ἀνάγειν εἰς τὸ πρόσω χρὴ τὸ
6. ἄρθρον, ἀλλ’ ὠθεῖν ἄνω. συμβήσεται δὲ τοῦτο καλῶς, εἰ
7. τὸ κάτω πέρας τοῦ βραχίονος ἐπὶ τὰς πλευρὰς ἀπωθοίη τις.
8. εἰς ὅσον γὰρ τοῦτ’ ἔσω τε καὶ κάτω χωρεῖ τὸ ἀντικείμενον
9. αὐτῷ πρὸς ἐναντίους τόπους ἐνεχθήσεται. εἰς
10. τὴν ἄνω δὲ καὶ πρόσω χώραν τοῦ βραχίονος ἡ κεφαλὴ γιγνομένη
11. ῥᾳδίαν ἕξει τὴν ἔμπτωσιν· εἰ δὲ μὴ βούλοιτό
12. τις ἀντωθεῖν τοῖς γόνασι πρὸς τὸ κάτω πέρας τοῦ
13. βραχίονος, ἑτέρῳ κελευσάτω παρὰ τὸ στῆθος ἀνάγειν αὐτὸν,
14. ὅπερ ὁ ἰδιώτης ἔμπροσθεν ἐδείχθη ποιεῖν ὑπὸ τοῦ
15. συνεχῶς ὀλισθαίνειν αὐτῷ τὸ ἄρθρον, ὡς χρὴ ποιεῖν δεδιδαγμένος·
16. ἀλλ’ ᾧ γε νῦν πρῶτον ὤλισθεν, οὐχ οἷόν τε
17. τοῦτο πράττειν ἐστὶ, πλὴν εἰ γενναῖός τις εἴη καὶ ἀκατάπληκτος
18. ἐν τοῖς δεινοῖς. ὁ γὰρ τοιοῦτος αὐτὸς ὑψώσει τὸν
19. αὐχένα κελευσθεὶς ὑπὸ τοῦ θεραπεύοντος.

Cliquer un n° de page pour en afficher l’image