ΙΠΠΟΚΡΑΤΟΥΣ ΤΟ ΠΕΡΙ ΑΡΘΡΩΝ
ΒΙΒΛΙΟΝ ΚΑΙ ΓΑΛΗΝΟΥ ΕΙΣ ΑΥΤΟ
ΥΠΟΜΝΗΜΑΤΑ ΤΕΣΣΑΡΑ.
1. Γαληνοῦ προοίμιον. Ὅτι μὲν τὸ
2. βιβλίον ἕπεται τῷ περὶ ἀγμῶν εἴρηται μὲν ἤδη καὶ διὰ
3. τῶν εἰς ἐκεῖνο γεγραμμένων ὑπομνημάτων, εἰρήσεται δὲ
4. καὶ νῦν ἐπὶ βραχύ. πρῶτον μὲν ἀπὸ τῶν ἀρχῶν ἑκατέρου
5. τῶν βιβλίων δῆλον, ἐν ἐκείνῳ μὲν γὰρ οὕτως ἄρχεται,
6. ἐχρῆν τὸν ἰητρὸν τῶν ἐκπτωσίων καὶ κατηγμάτων, ὡς ἰθυτάτας
7. τὰς καταστάσιας ποιέεσθαι, μηκύνων σαφῶς
1. ὅτι περὶ καταγμάτων αὐτῷ καὶ ἐξαρθρημάτων ὁ λόγος ἔσοιτο.
2. κατὰ δὲ τοῦτο πάλιν εὐθὺς ἐν ἀρχῇ τὸν δέ σύνδεσμον
3. ἔγραψεν ἐπὶ προειρημένῳ μέντοι πάντως λεγόμενον, ἀρχόμενον
4. δὲ οὐδέποτε λόγον. καίτοι τινὲς εἰς τοσοῦτον ἥκουσι
5. σοφίας ὥστε τοῦ Ξενοφῶντος οἰκονομικῶν μνημονεύειν οἰόμενοι
6. μαρτυρεῖν αὐτοῖς ἔθος εἶναι τοῖς παλαιοῖς ἐν ἀρχῇ
7. λόγου χρῆσθαι τῷ δέ συνδέσμῳ, διὰ τοῦτό φασιν ἄρχεσθαι
8. τὸν Ξενοφῶντα τοῦ συγγράμματος οὕτως· ἤκουσα δέ ποτε
9. αὐτοῦ, φησὶ, καὶ περὶ οἰκονομίας τοιάδε μοὶ διαλεγομένου,
10. μὴ γιγνώσκοντες ὅτι τὸ βιβλίον τοῦτο τῶν Σωκρατικῶν
11. ἀπομνημονευμάτων ἐστὶ τὸ ἔσχατον. ἀλλ’ ἐπειδή γε τούτοις
12. αὐτὴ τῶν πραγμάτων ἡ διδασκαλία τὴν ἀκολουθίαν ἐνδείκνυται
13. τῷ περὶ τῶν ἄρθρων συγγράμματι πρὸς τὸ περὶ
14. τῶν ἀγμῶν· ἐπαγγειλάμενος γὰρ ἐν ἐκείνῳ περὶ τῶν ἐκπτώσεών
15. τε καὶ καταγμάτων ἐρεῖν, ὅσα μὴ διῆλθεν ἐν αὐτῷ,
16. κατὰ τοῦτο προσέθηκεν, ὡς μηδὲν λείπειν τῇ πραγματείᾳ
17. διὰ τοῦτο. διὸ καί τινας ἔφην οὐχ ὑπ’ αὐτοῦ λέγειν Ἱπποκράτους
18. εἰς δύο βιβλία τετμῆσθαι τὴν ὅλην πραγματείαν,
1. ἀλλ’ ὑπ’ ἐκείνου μὲν ἓν γράφεσθαι βιβλίον ἐπιγραφὲν ὑπ’
2. αὐτοῦ κατ’ ἰητρεῖον, ὕστερον δὲ ὑπ’ ἄλλου τινὸς εἰς δύο
3. τμηθῆναι διὰ τὸ μέγεθος. ὅτι δὲ οὐδὲν οὔτ’ ἐξαρθρήματος
4. εἶδος οὔτε κατάγματος ὑπελείπετο πλὴν τὰ περὶ κεφαλὴν
5. γινόμενα τῷ ἄλλο ἐπ’ ἐκείνοις σύγγραμμα ποιήσασθαι, δῆλον
6. δὴ ἀναμνησθέντι σοι τῶν τ’ ἐν τῷ περὶ ἀγμῶν ὑπ’
7. αὐτοῦ διδαχθέντων, ὧν τε ἐν τούτῳ τῷ βιβλίῳ μέλλει διελθεῖν.
8. ἐν μὲν οὖν τῷ περὶ ἀγμῶν ἔγραψε περὶ πήχεος καὶ
9. βραχίονος καὶ κνήμης καὶ μηροῦ κατεαγότων, εἶθ’ ἑξῆς περὶ
10. τῶν ἐν ποδὶ καὶ ἄκρᾳ χειρὶ, κἄπειτα περὶ τῶν μεθ’ ἕλκους
11. καὶ ὅσα γυμνοῦνται τῶν ὀστῶν, εἶτα περὶ τῶν κατὰ γόνυ
12. καὶ κατ’ ἀγκῶνα πάντων· ὑπελείπετο οὖν ἔτι τῶν μὲν ἄρθρων
13. τὸ κατ’ ὦμον κατά τ’ ἰσχίον καὶ γόνυ καὶ ῥάχιν.
14. τῶν καταγμάτων δὲ τὰ κατὰ τὰς πλευρὰς καὶ γένυν καὶ
15. ῥίνα καὶ ὦτα, περὶ ὧν ἐν τούτῳ τῷ βιβλίῳ διῆλθεν. ἀλλὰ
16. καὶ περὶ διαστάσεως ὀστῶν καὶ περὶ θλασμάτων τῶν περὶ
17. τὰ ἄρθρα κατ’ ἀμφότερα τὰ βιβλία διαλεγόμενος, εἴ τι παρέλιπεν
1. ἐν τῷ περὶ ἀγμῶν ἐνταῦθα προσέθηκεν, ὥστε μηδὲν
2. ὅλως ἐνταῦθα λείπεσθαι ἔτι μήτε κατάγματος εἶδος μήτε
3. ἐξαρθρήματος μήτε διαστάσεως ὀστῶν. εἴρηται δὲ καὶ
4. περὶ τῶν θλασμάτων ὅσα γίνεται περὶ τε τοὺς μύας καὶ
5. τὰς φλέβας καὶ τὰ νεῦρα· καὶ τἄλλα μὲν οὖν, ὡς ἔφην,
6. ἱκανὴν τὴν ἀκολουθίαν ἐπιδεῖξαι τοῦδε τοῦ βιβλίου πρὸς τὸ
7. περὶ ἀγμῶν, ἀλλὰ καὶ τὸ μηχάνημα συμβουλεύσας ἐν ἐκείνῳ
8. τῷ βιβλίῳ παρασκευάσασθαι τοῖς ἐν μεγάλῃ πόλει μέλλουσιν
9. ἰατρεύειν, ἐνταῦθα τὴν κατασκευὴν αὐτοῦ σύμπασαν
10. ἔγραψεν ἅμα τῷ καὶ ἀναμιμνήσκειν αὐτὸν ἡμᾶς, ὅτι καὶ
11. πρόσθεν ὑπὲρ αὐτοῦ λόγον ἐποιήσατο. καλοῦσι δὲ τὸ μηχάνημα
12. τοῦτο βάθρον Ἱπποκράτειον οἱ μετ’ αὐτὸν ἰατροί.
13. ὅτι μὲν οὖν ἕπεται τὸ βιβλίον τοῦτο τῷ περὶ τῶν ἀγμῶν
14. ἀρκείτω ταῦτα. πρὸς δὲ τὴν ἐξήγησιν ἴωμεν αὐτοῦ τοσοῦτον
15. προειπόντες ἔτι, ὃ καὶ ἐπὶ τῆς περὶ ἀγμῶν ἐξηγήσεως
16. προείπομεν, ὡς ἔστιν ἡ ἑρμηνεία τοῦ Ἱπποκράτους ἱκανῶς
17. σαφὴς ἐλαχίστης ἐξηγήσεως δεομένη τῷ τὰ πρῶτα μαθήματα
18. μεμαθηκότι καὶ εἰθισμένῳ λέξεως ἀκούειν ἀνδρὸς παλαιοῦ·
1. καὶ εἴ τις οὕτως παρεσκευασμένος ἐπ’ ἀνθρωπείων
2. ὀστῶν θεάσαιτο τὰς κατὰ τὰς διαρθρώσεις συνθέσεις ἣ
3. πάντως γε ἐπὶ πιθηκείων ἔτι μᾶλλον αὐτῷ σαφῆ φανεῖται
4. τὰ κατὰ τοῦτο τὸ βιβλίον. εἰ δὲ καὶ μυῶν ἀνατομῆς ἐμπείρως
5. ἔχοι καὶ ἄλλως εἴη φύσει συνετὸς, οἷδ’
6. ὅτι καὶ τούτῳ πολλὰ τῶν ἐν τοῖσδε τοῖς ὑπομνήμασι γεγραμμένων
7. φανεῖται περιττὰ φθάνοντι νοεῖν τὴν λέξιν τοῦ
8. παλαιοῦ καὶ πρὸ τῶν ἐμῶν ἐξηγήσεων. ἀλλ’ ἐπεὶ μὴ μόνον
9. τοῖς τοιούτοις ὑπομνήματα γράφομεν, ἄμεινον εἶναί μοι δοκεῖ
10. τῶν ἄλλων στοχαζομένῳ, εἰ καὶ βραχεῖά τις ἀσάφεια
11. φαίνοιτο μὴ παρέρχεσθαι ταύτην.