ΠΕΡΙ ΤΩΝ ΟΥΧ ΕΩΡΑΜΕΝΩΝ
ΙΠΠΟΚΡΑΤΕΙ ΕΚΠΤΩΣΕΩΝ.
1. Ὁ μὲν Ἱπποκράτης εἰς μασχάλην μόνον ἑωρακέναι
2. φησὶν ὀλισθαίνοντα βραχίονα· τῶν δὲ μετ’ αὐτὸν ἰατρῶν
3. ἔνιοι καὶ ἄλλας ἐκπτώσεις ἔγραψαν, ὡς οἷόν τε καὶ
4. αὐτοὶ καὶ ἡμεῖς δὲ αὐτοὶ πεντάκις εἴδομεν ἄχρι δεῦρο, κατὰ
5. μὲν τὴν Ἀσίαν ἅπαξ, ἐν Ῥώμῃ δὲ τετράκις. ὁσάκις δὲ,
6. οἶμαι, καὶ συνέβη τινὶ γενέσθαι πάθημα τοιοῦτον ἐν τῇ πόλει
7. διὰ τὸ πάντας ἰατροὺς ἐοικέναι ἐμοὶ τὰ παράδοξα δεικνύναι
1. συμβολῆς ἕνεκα, ἐγένοντο μὲν τέτταρες ἐκπτώσεις
2. ἅπασαι μὲν ἐν τῇ πρόσω χώρᾳ, διαφέρουσαι δὲ ἀλλήλων·
3. πλησιέστερον ἢ ποῤῥώτερον εἶναι τῆς διαρθρώσεως κατὰ τὸ
4. μῆκος τοῦ κώλου καὶ πλάτος. ἐθαύμαζον δή πως τοῦ μὲν
5. οὐδ’ ὅλως, τῶν δὲ μετ’ αὐτὸν ἑωρακέναι λεγόντων ὁ μέν τις
6. ἅπαξ, ὁ δὲ δὶς, οὐδεὶς δ’ οὕτω πολλάκις, ὡς ἡμεῖς ἄχρι
7. δεῦρο. τάχ’ ἂν καὶ αὖθις ὀφθῇ μοί τι τοιοῦτον. νομίζω
8. γὰρ οὐ κατὰ τύχην, ἀλλὰ δι’ αἰτίας εὐλόγους οὕτως ἀπηντηκέναι
9. τὸ πρᾶγμα,’ περὶ οὖ ἑξῆς ἐρῶ. κατὰ μέν γε τὴν
10. ἡμετέραν Ἀσίαν τὸ πρῶτον ἐθεασάμην ἔκπτωσιν τοιαύτην,
11. ἔθ’ ὑπὸ τοῖς ἐκεῖ διδασκάλοις παιδευόμενος ἐν Σμύρνῃ. ἔστι
12. δὲ ἡ πόλις αὕτη πολλαπλασία τὸ μέγεθος, ἧς Ἱπποκράτης
13. μέμνηται συνεχῶς ὡς ἐπὶ τὸ πλεῖστον ἐν αὐτῇ διατρίψας,
14. μετὰ τὸ τριακοστὸν ἔτος ἐν Ῥώμῃ διέτριψα, πόλει τοσοῦτον
15. ἀνθρώπων πλῆθος ἐχούσῃ, ὡς ἐπαινεῖσθαι Πολέμωνα τὸν
16. ῥήτορα τῆς οἰκουμένης ἐπιτομὴν αὐτὴν εἰπόντα. καὶ τοίνυν
17. ὅτι τέτταρες ἐν αὐτῇ γεγόνασι μέχρι νῦν ἐξαρθρήσεις τοιαῦται
18. σαφές. διὰ δὲ τὸ πάντας, ὡς ἔφην, ἐμοὶ τοὺς ἰατροὺς
1. κοινοῦσθαι περὶ τῶν παραδόξων ὀφθέντων, οὐ μόνον ἐν
2. Ῥώμῃ λαθεῖν οὐκ ἐδύνατο συμβαῖνόν τι τοιοῦτον, ἀλλὰ οὐδὲ
3. κατὰ τὸν λιμένα καὶ τὴν πλησίον αὐτοῦ πόλιν ἣν Ὀστίαν
4. ὀνομάζουσι διὰ τὸ καὶ τοὺς ἐν ἐκείνοις τοῖς χωρίοις ἰατρεύοντας
5. ἅπαντας εἶναι φίλους, οὖσι καὶ αὐτοῖς πολυανθρώποις.
6. αἱ δὲ πόλεις, ὧν Ἱπποκράτης ἐμνημόνευσεν, ὡς
7. ἐν αὐταῖς ἐπὶ πλέον διατρίψας ἑνὸς ἀμφόδου τῶν ἐν Ῥώμῃ
8. πλείονας οὐκ εἶχον οἰκήτορας. οὐδὲν οὖν θαυμαστὸν ἐν πόλει
9. πλῆθος ἀνθρώπων ἐχούσῃ πλείους ὁμοίως παθόντας. ἔτι
10. δὲ κἀκεῖνο διδαχθεὶς ἀπὸ τῆς πείρας εἰς τὴν τῆς αἰτίας
11. εὕρεσιν ἐποδηγήθην. ἔνιοι μὲν γὰρ ἐν παλαίστραις
12. τοιούτῳ τρόπῳ πεσόντες, ἐνίοις δὲ ἔοικεν ὑπὸ τῶν ἰατρῶν
13. γενέσθαι. δύο γάρ τινες τῶν ὀφθέντων μοι τὴν μέν ἔκπτωσιν
14. ἔλεγον εἰς μασχάλην γεγονέναι, μοχλευόντων δὲ ἀμαθῶς
15. τῶν ἰατρῶν σφηνωθῆναι τὸ ἄρθρον, οὐχ ὡς ἑωρᾶτο
16. κατὰ συμβολὰς τῶν μυῶν· ὥστε τῷ κατὰ τὴν τῶν Ῥωμαίων
17. πόλιν πλήθει, εἰ προθείης τὰς εἰρημένας αἰτίας δύο, ζητήσεις
18. οὐ διὰ τί τοσούτους γε εἶδον, ἀλλὰ διὰ τί γε οὐχὶ
1. πλείους εἶδον, οἷς οὕτως ἐξήρθρησεν. ἐπὶ γάρ τοι τῶν Ἱπποκράτους
2. χρόνων οἱ ἰατρεύοντες ἐμεμαθήκεισαν νομίμως
3. καὶ μάλιστα περὶ τὰς τοιαύτας χειρουργίας τέχνην. οἱ δὲ
4. νῦν μὴ μαθόντες ὅλως ἢ παντάπασιν ὀλίγῳ χρόνῳ μαθόντες·
5. εἶτα τῶν παλαισμάτων τῇ ἐμπειρίᾳ θαυμαστὸν ὅσον
6. ἐπιδέδωκε τῶν διδασκόντων αὐτὰ πολυειδῶς ἐκστρεφόντων
7. καὶ λυγιζόντων τὰ κῶλα. ζητήσεις οὖν, ἔφην, οὐ
8. διὰ τί τοσούτους εἶπον, ἀλλὰ διὰ τί πλείους οὐκ εἶδον ἐν
9. τοσαύταις μυριάσιν ἀνθρώπων ὑπὸ πολλῶν μὲν παιδοτριβῶν,
10. παμπόλλων δὲ ἰατρῶν ἀμαθῶν εἰς τοιαύτας ἐξαρθρήσεις
11. ἀγομένων. ἡ δ’ οὖν ἐμβολὴ καίτοι τῶν ἐξαρθρημάτων
12. τοῖς αὐτοῖς τάσσεται σκοποῖς, ἀντιτάσει τε καὶ μοχλείᾳ καὶ
13. ἀποθέσει. προσήκει δὲ οὐκ ἐπὶ μασχάλης ἐκπτώσεως, οὕτω
14. καὶ νῦν μὲν μοχλεύειν. ἐπ’ ἐκείνης μὲν γὰρ ἔδει πρόσω
15. πρῶτον, εἶτ’ ἄνω τὸ ἄρθρον ἄγειν, ἄχρις ἂν ἐπ’ εὐθείας
16. γένηται τῇ κοιλότητι. νῦν δὲ ἐπειδὴ πάντως μὲν ἐν τοῖς
17. πρόσω μέρεσι τῆς διαρθρώσεώς ἐστιν, ἤτοι δ’ ἐγκέκλεισται
18. πρὸς τὴν ἔνδον ἢ τὴν ἔξω χώραν ἐσφηνωμένον ἐν τοῖς μυσὶν
1. ὠθεῖν αὐτὸ χρὴ πρὸς τὴν ἐναντίαν χώραν ἐμβαλόντα
2. τῶν μυῶν ἀνασπασθὲν εἰς τὴν μασχάλην ἐνεχθῆναι. μάλιστα
3. μὲν οὖν οὔτε ἡ ἀντίτασις ἐᾷ γενέσθαι τοῦτο, καὶ κατὰ
4. ταύτην δὲ τὴν ἀντίτασιν οὐδὲ χεῖρόν ἐστιν ἠσφαλίσθαι τὸ
5. κατὰ τὴν μασχάλην χωρίον, ὡς ἐπράξαμεν ἐν Σμύρνῃ περὶ
6. τὸ γενόμενον οὕτως ἐξάρθρημα. κατὰ παλαίστραν μὲν γάρ
7. τινι συνέβη διαπλωθείσης τῆς χειρὸς ὑπὸ τοῦ παλαίοντος,
8. ὅστις μάλιστα τρόπος εἰς τὸ πρόσω δύναται μεταστῆσαι τὸ
9. ἄρθρον. ὕπτιον δὲ κατακλίναντες τὸν πεπονθότα τὴν ἀντίτασιν
10. ἐποιησάμεθα τῇ διὰ τῆς πτέρνης παραπλησίαν ὄπισθεν
11. μὲν καθίσαντές τινα, περιβάλλοντες δὲ τὴν μασχάλην
12. πλατὺν ἱμάντα προϋποβεβλημένου τινὸς εἰς τὸ κοῖλον ἐκπληρώματος.
13. αὐτοὶ δὲ, ὡς ἔφην, ἔξω τῶν προσφιγγόντων τὸ
14. ἄρθρον μυῶν ἀπώσαντες, εἶτ’ ἀνέντες τὴν κατάτασιν ἐπετρέψαμεν
15. ἀνασπασθῆναι πρὸς τῶν μυῶν εἰς ἑαυτοὺς συντρεχόντων
16. ἐμβληθῆναι τῇ κοιλότητι. τοῦτο μὲν οὖν εὐκόλως
17. ἐνέπεσε· καὶ γὰρ παραχρῆμα κατ’ αὐτὴν τὴν παλαίστραν
18. ἐπεχειρήσαμεν τῇ θεραπείᾳ. καὶ ἤρκεσέ γε ἡ τῆς πεπονθυίας
1. χειρὸς ἡ κατάτασις ὑφ’ ἡμῶν αὑτῶν γινομένη, καθάπερ
2. ἐπὶ τοῦ διὰ τῆς πτέρνης τρόπου, ἄλλοτε δὴ καὶ διὰ
3. βρόχου τὴν κατάτασιν ἐποιησάμεθα. χρὴ δὲ ἰσότονον εἶναι
4. τὸν βρόχον, οἷός ἐστιν ὅ τε διπλοῦς καρχήσιος ὅ τ’ ἐκ
5. δυοῖν διαντέων· ἄλλοτε δὲ κεχρονισμένου τοῦ ἐξαρθρήματος
6. ἐδεήθημεν τοῦ Ἱπποκρατείου βάθρου, περὶ οὗ ποιήσει τὴν
7. διδασκαλίαν αὐτὸς ἐπὶ προήκοντι τῷ συγγράμματι, νυνὶ
8. δὲ ἀρκέσει τῶν κατολισθημάτων. ἑξῆς οὖν αὐτῷ περὶ τῆς
9. διαφορᾶς αὐτῶν τῶν σωμάτων, ἐν οἷς ἧττον καὶ μᾶλλον ἐκπίπτει
10. τὰ ἄρθρα διδάσκοντι συνακολουθήσομεν.