2. Προσσυμβάλλεται μέντοι καὶ τόδε πρὸς τὸ ἐκπίπτειν. ὁκόσα
3. γὰρ νεῦρα καὶ ὁκόσοι μύες παρὰ ἄρθρα εἰσὶν ἢ ἀπὸ ἄρθρων
4. ἀφ’ ὧν ξυνδέδενται, τούτων ὅσα ἐν τῇ χρήσει
5. πλειστάκις διακινέεται, ταῦτα καὶ ἐς τὰς κατατάσιας δυνατώτατα
6. ἐπιδιδόναι, ὥσπερ καὶ τὰ δέρματα τὰ εὐδεψητότατα
7. πλείστην ἐπίδοσιν ἔχει, περὶ οὗ νῦν ὁ λόγος.
9. Ὅσον ἐπὶ τοῖς προειρημένοις αἰτίοις ἢ οὐδ’ ὅλως ἐχρῆν
10. ἢ πάνυ σπανίως ἐκπίπτειν τὴν γένυν, οὐ μὴν φαίνεταί
11. γε οὕτως ἔχειν. ἐκπίπτει γὰρ σπανίως, οὐ μὴν ὥστε
12. παμπόλλων τε τῶν ἡμῶν ὁρᾶσθαι, καθάπερ τὰ σπανιώτατα.
13. διὰ γὰρ τὸ πολυκίνητον τῆς διαρθρώσεως οἱ κατ’
14. αὐτὴν μύες καὶ τὰ νεῦρα τέταται καὶ τάσεις ἑτοιμοτέρας
15. ἔχουσι τῶν ὀλιγάκις εἰς χρείαν κινήσεως ἀφικνουμένων,
16. ὥσπερ φησὶ καὶ τὰ δέρματα τὰ εὐδεψητότατα, τουτέστι τὰ
17. κάλλιστα μεμαλαγμένα, πλείστην ἐπίδοσιν ἔχει· καὶ γὰρ ὁ
1. ποιητὴς ἐπὶ τοῦ μαλάξαι τὸ δεψῆσαι λέγει· κηρὸν δεψήσας
2. μελιηδέα.