14. Δῆλος δὲ τοῖσι μάλιστά ἐστιν, ὅταν ἐκπεπτώκῃ. προΐσχει
15. γὰρ ἡ κάτω γνάθος ἐς τοὔμπροσθεν καὶ παρῆκται τἀναντία
16. τοῦ ὀλισθήματος καὶ τοῦ ὀστέου τὸ κόρωνον ὀγκηρότηρον
17. γίνεται παρὰ τὴν ἄνω γνάθον καὶ χαλεπῶς
18. ξυμβάλλουσι τὰς κάτω γνάθους.
1. Εἴρηται δέ μοι καὶ πρόσθεν ὡς τὸ καλούμενον ζύγωμα
2. προβέβληται τῆς ἄνω χώρας, ἐν ᾗ τὸ κόρωνόν ἐστι
3. τῆς γένυος, ὅτι τε μὴ παρενεχθέντος αὐτοῦ πρὸς θάτερα
4. μέρη πρὸς τὴν οἰκείαν χώραν ἡ γένυς ἀνασπασθήσεται.
5. ἀναγκαῖον οὖν ἐστιν, ὅταν ἡ γένυς ποτὲ ἐκπέσῃ, τὴν κορώνην
6. αὐτῆς ἔξω φέρεσθαι τοῦ ζυγώματος. ἄλλην γὰρ οὐδεμίαν
7. ἔχει χώραν εἰς ἣν ἐνεχθήσεται, ὥστ’ εἰκότως ἐξέχουσα
8. φαίνεται κατὰ τὴν κάτω γένυν, ἔνθα τὸ ζύγωμά ἐστιν.
9. αὐτὸ δὲ δὴ τοῦτο τὸ ζύγωμα, καθ’ ὅ τι μάλιστα τέτακται
10. μαθήσῃ σαφῶς ἐπὶ τῶν ἰσχνῶν ἀνθρώπων κατασκεψάμενος
11. τόν τε κροταφίτην μῦν καὶ τὸ μῆλον. ἐν γὰρ τῷ μεταξὺ
12. τὸ προφανές ἐστι τὸ ζύγωμα, μεμνημένος αὐτοῦ τὴν χώραν
13. τῆς θέσεως, ὅταν ἴδῃς τινὰ μὴ δυνάμενον κλεῖσαι τὸ στόμα
14. προσεληλυθυίας εἰς τὸ πρόσω τῆς γένυος, ἅμα τὸ παρῆχθαι
15. ζήτησαν ἀκριβῶς διαγνῶναι τοῖς ὀφθαλμοῖς τε καὶ τοῖς
16. δακτύλοις τὸ κόρωνον ἐξέχον παρά τε τὸ μῆλον καὶ τὸ ζύγωμα.
17. κἀπειδὰν εὕρῃς οὕτως ἔχον ἀκριβὴς ἔστω σοὶ διάγνωσις
18. τοῦ τὴν γένυν ὠλισθηκέναι.