2. Τούτοισι δὲ ἐμβολὴ πρόδηλος, ἥτις γίνοιτ’ ἂν ἁρμόζουσα·
3. χρὴ γὰρ τὸν μέν τινα κατέχειν τὴν κεφαλὴν τοῦ τετρωμένου,
4. τὸν δὲ περιλαβόντα τὴν κάτω γνάθον καὶ ἔσωθεν
5. καὶ ἔξωθεν τοῖσι δακτύλοισι κατὰ τὸ γένειον χάσκοντος
6. τοῦ ἀνθρώπου, ὅσον μετρίως δύναται. πρῶτον μὲν διακινέειν
7. τὴν γνάθον χρόνον τινὰ τῇ καὶ τῇ παράγοντα τῇ
8. χειρὶ καὶ αὐτὸν τὸν ἄνθρωπον κελεύειν χαλαρὴν τὴν γνάθον
9. χρόνον ἔχειν καὶ συμπαράγειν καὶ συνδιδόναι ὡς
10. μάλιστα.
12. Τοῖς θεασαμένοις ἐξ ἀνατομῆς ἀκριβῶς τὴν
13. σύνθεσιν ὧν διηγήσατο μορίων ἡ ἐμβολὴ πρόδηλός ἐστι,
14. πρὸς οὓς καὶ αὐτὸς ἀποβλέπων οὕτως εἶπε· τὰ δ’ ἐξαίφνης
15. εἰρημένα περὶ τῆς ἐμβολῆς σαφῆ πάντα, πλὴν εἴ πού τις
16. μία λέξις ἢ δύο παρεμπίπτει, περὶ ὧν ἐπισημανοῦμαι.