Galenus. In Hippocratis De articulis commentaria (In Hipp. De artic. comm.) [n° 105 Fichtner] [GalLat]

Εἰς τὸ περὶ ἀρθρῶν βιβλίον Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Articulations d’Hippocrate
Commentary on Hippocrates’ ‘Joints’ (Hipp. Art.)
Hippocratis De articulis liber et Galeni in eum commentarii, 1829, vol. 18a, p. 300-345 423-767. urn:cts:greekLit:tlg0057.tlg095.verbatim-lat1
Abballe, 1972 (ita).

Hippocratis De articulis liber et Galeni in eum commentarii, 2.16, ed. Kühn, 1829, vol. 18a, p. 443-444. urn:cts:greekLit:tlg0057.tlg095.1st1K-grc1:2.16


7. Ἢν δ’ ἀμφότεραι γνάθοι ἐξαρθρήσωσιν, ἡ μὲν ἴησις ᾖ αὐτή.
8. συμβάλλειν δέ τι ἧσσον οὗτος τὸ στόμα δύναται· καὶ γὰρ
9. προπετέστεραι αἱ γένυες τούτοισιν, ἀστραβέες δέ. τὸ δὲ
10. ἀστραβὲς μάλιστ’ ἂν γνοίης τοῖσιν ὁρίοισι τῶν ὀδόντων
11. τῶν τε κάτω κατ’ ἴξιν.

13. Ἐν ταύτῃ τῇ ῥήσει δόξῃ γνάθους ὀνομάζειν οὐ τὸ γένυν
14. ὅλως, ἀλλ’ ἑκάτερον τῶν μερῶν καθ’ ἃ πλατύνεται αὐτή.
15. δόξῃ δὲ καὶ τὰ κάτω πέρατα, καθ’ ἃ γυμνὸν καὶ
16. ἄσαρκον γίγνεται τὸ ὀστοῦν, ὀνομάζειν γένυας, ἐκ τοῦ φάναι,
17. καὶ γὰρ προπετέστεραι γένυες τούτοισιν· ἀλλὰ μετ’ ὀλίγον
18. τὸ πάλιν ὅλην τὴν κάτω γένυν ὠνόμασε γνάθον, ἔνθα
1. φησίν· ἢν δὲ ἡ κάτω γνάθος κατὰ ξύμφυσιν τὴν κατὰ τὸ
2. γένειον διασπασθῇ, μόνιμον. ἡ δ’ αὐτὴ καὶ ξύμφυσις ἐν
3. τῇ κάτω γνάθῳ ἐστὶν, ἐν δὲ τῇ ἄνω πολλαὶ, ὥστε συγκέχυται
4. παρ’ αὐτῷ τὰ σημαινόμενα τοῦ τε τῆς γνάθου καὶ
5. τοῦ τῆς γένυος ὀνόματος. ὃ μέντοι λέγει κατὰ τὴν προκειμένην
6. ῥῆσίν ἐστι τοιοῦτον. ἐὰν κατ’ ἀμφοτέρας τὰς διαρθρώσεις
7. ἡ ἔκπτωσις γένηται, μᾶλλον μὲν εἰς τὸ πρόσω χωρεῖ
8. νῦν ἡ κάτω γένυος ἤπερ ὅτε κατὰ θάτερον μέρος ἐκπέπτωκε,
9. καὶ πλέον ἀφεστηκυῖα φαίνεται τῆς ἄνω γένυος, οὐ
10. μὴν παρασπᾶταί γε, οὐδὲ διαστρέφεται φυλάσσουσα τὸ κατὰ
11. φύσιν ἀδιάστροφον. διαγνώσεις δὲ τῇ τῶν ὀδόντων εὐθυωρίᾳ,
12. τουτέστιν ὅταν οἱ κάμνοντες ἄνω κέωνται κατ’ εὐθύ.
13. τομεῖς μὲν τομεῦσι, κυνόδοντες δὲ κυνοδοῦσι, τὰς μύλας δὲ
14. ταῖς μύλαις.

Cliquer un n° de page pour en afficher l’image