17. Τούτοισι ξυμφέρει ἐμβαλέειν ὡς τάχιστα, ἐμβολῆς δὲ τρόπος
18. πρόσθεν εἴρηται.
1. Τάχιστα μὲν ἐμβάλλειν συμφέρει, πρὶν διὰ τὴν τάσιν
2. τῶν μυῶν εἰς συμπάθειαν ἀφικέσθαι τὸν ἐγκέφαλον. ὁ δὲ
3. τρόπος τῆς ἐμβολῆς ὃν ἐπὶ τῆς κατὰ τὸ ἕτερον μέρος ἐξαρθρώσεως
4. εἶπεν, οὐ κατὰ πᾶν ὁ αὐτός μοι δοκεῖ νῦν γίνεσθαι
5. προσήκειν· τότε μὲν γὰρ εἰς τὸ πλάγιον μέρος ἡ γένυς
6. ἀτρέμα παρῆκται, νυνὶ δὲ ἰσόῤῥοπός ἐστιν, ὥστ’ αὔταρκες
7. διακινήσαντα καὶ πρὸς τὸ κάτω τὸ ὀστοῦν ἑλκύσαντα χάριν
8. τοῦ τὸ πέρας τῆς κορώνης κατωτέρω γενέσθαι τοῦ ζυγώματος,
9. οὕτως ἤδη πρὸς τὴν ἔσω χώραν ὠθεῖν ἑκατέρωθεν
10. ὅλην τὴν γένυν, ἅμα τῷ κελεῦσαι τῷ κάμνοντι κλείειν τὸ
11. στόμα.