14. Ἢν δὲ μὴ ἐμπέσῃ, κίνδυνος περὶ τῆς ψυχῆς ὑπὸ πυρετῶν
15. ξυνεχέων καὶ νωθρῆς καρώσιος.
17. Οὐκ ἀκίνδυνος μὲν οὖν οὐδὲ ἡ καθ’ ἕτερον μέρος ἐξάρθρωσις.
18. ἡ δὲ κατ’ ἄμφω διάπλασίς ἐστι χαλεπωτέρα πάντας
1. τοὺς κατέχοντας τὴν κάτω γένυν ἐντείνουσα μύας. ἐντάσσονται
2. δὲ, ὡς εἴρηται, τέτταρες, δύο μὲν οἱ ἐκ τῶν κροτάφων
3. ἀρχόμενοι, δύο δ’ οἱ ἐκ τῶν παρὰ τὰ πτερυγοειδῆ
4. κοιλοτήτων. ἐχόντων δ’ αὐτῶν ἀπὸ τοῦ ἐγκεφάλου τὰ νεῦρα
5. καὶ μόνον οὐ ψαυόντων αὐτοῦ τοῦ ἐγκεφάλου διὰ ταχέων
6. εἰκός ἐστι γίγνεσθαι τὴν συμπάθειαν. οὗτοι μὲν οὖν τέτταρες
7. μύες ἐν ἐκπτώσεσι μάλιστα πονοῦσι, κυριώτατοι πάντων
8. ὄντες ὡς ἂν ἀπὸ τῆς τρίτης συζυγίας ἐξ ἐγκεφάλου τὰ
9. νεῦρα λαμβάνοντες, ἥτις οὐ πόῤῥω τέτακται τῆς ἀρχῆς αὐτοῦ.
10. συμβαίνει γε μὴν καὶ τοὺς ἔξωθεν ἐπικειμένους τῇ
11. γένυϊ καθ’ ἕτερον μέρος διεκφυέντας ἐν ταῖς τοιαύταις ἐκπτώσεσι
12. τείνεσθαι παρὰ φύσιν, οὐχ ὁμοίως μὲν
13. ὄντας κυρίους τοῖς προειρημένοις τέτταρσι· ποῤῥωτέρω γὰρ
14. ἀφεστήκασι τοῦ ἐγκεφάλου καὶ ἡ τοῦ νεύρου ἀρχὴ διὰ μακροτέρου
15. τούτοις ἐστίν. οὐδ’ ἀνὰ τῆς συζυγίας τοῖς τέτταρσιν
16. ἔχουσι τὰ νεῦρα, συντελοῦντάς γε μὴν οὐκ ὀλίγον
17. οὐδ’ αὐτοὺς, ὥσπερ καὶ οἱ ἄλλοι μύες οἱ καθ’ ὅλον τὸ
18. σῶμα, καίτοι τούτων ὄντες ἀκυρώτεροι. διὰ ταῦτ’ οὖν
1. πάντα περὶ ψυχῆς γίγνεται τὸν κίνδυνον ἐπὶ τῷ τετάσθαι
2. παρὰ φύσιν ὀδυνωμένων τε καὶ διὰ τοῦτο φλεγμαινόντων
3. τῶν μυῶν, εἰς ὁμοίαν δὲ αὐτοῖς ἀγόντων διάθεσιν τὸν ἐγκέφαλον,
4. οὗ παθόντος οἱ ὀξεῖς ἕπονται πυρετοὶ μετὰ τοῦ βλάπτεσθαι
5. τὰς τῆς ψυχῆς ἐνεργείας ἁπάσας. ὁ γάρ
6. τοι καιρὸς τὸ πάθος μήτ’ αἰσθάνεσθαι μήτε κινεῖσθαι
7. τὸν ἄνθρωπον ἢ παρακολουθεῖν ἑαυτῷ πέπονθεν· ἀλλὰ τόν
8. γε λογισμὸν καὶ τὴν μνήμην καὶ τὴν αἴσθησιν ἅμα καὶ τὴν
9. καθ’ ὁρμὴν κίνησιν διέφθαρται.