12. Καρώδεις γὰρ οἱ μύες οὗτοι καὶ ἀλλοιούμενοι καὶ ἐντεινόμενοι
13. παρὰ φύσιν.
15. Ἱκανὸν ἑκάτερον τῶν εἰρημένων ἐργάσασθαι καιρὸν, ἥ
16. τ’ ἀλλοίωσις καὶ ἡ τάσις τῶν μυῶν εἰς ἐμπάθειαν τῆς σαρκὸς
17. ἀγομένης κατ’ ἄμφω. ἡ μὲν οὖν τάσις αὕτη γίνεται
1. τῶν ἰνῶν, αἵ τε πρότερον ἦσαν χαλαραὶ νῦν ἁπασῶν κατ’
2. εὐθεῖαν γραμμὴν ἀποτεινομένων. ἡ δ’ ἀλλοίωσις ὅταν ἤτοι
3. θερμανθῶσιν ἢ ψυχθῶσιν ἀμέτρως ἢ ὑγρανθῶσιν ἢ θαλφθῶσιν
4. ἢ φλεγμήνωσιν ἢ ἐρυσιπελατωδῶς σχῶσιν ἢ σήπωνται·
5. ἐν ἅπασι γὰρ τοῖς τοιούτοις κατ’ αὐτὴν τὴν οὐσίαν
6. ἀλλοιοῦνται, τεινόμενοι δὲ μόνον εὐθύνονται κατὰ τὰς ἶνας
7. ἄνευ τοῦ τὴν οὐσίαν αὐτῶν ἑτεροιοῦσθαι.