13. Ὀστέων τε γὰρ τὸ ἀπὸ τῆς ἄνω γνάθου πεφυκὸς ὑπεζύγωται
14. πρὸς τὸ ὑπὸ τὸ οὖς ὀστέῳ προσπεφυκότι, ὅπερ ἀποκλείει
15. τὰς κεφαλὰς τῆς κάτω γνάθου, τῆς μὲν ἀνωτέρω
16. ἐὸν, τῆς δὲ κατωτέρω τῶν κεφαλαίων. τά τε ἄκρεα τῆς
1. κάτω γνάθου τὸ μὲν διὰ τὸ μῆκος οὐκ εὐπαρείσδυτον, τὸ
2. δ’ αὖ τὸ κόρωνόν τε καὶ ὑπερέχον ὑπὲρ τοῦ ζυγώματος.
4. Εἴρηταί μοι καὶ πρόσθεν ἔν τε τῇ περὶ τοῦ ἀγκῶνος
5. ἐξηγήσει καὶ τῷ πρώτῳ τῶν ὑπομνημάτων· καὶ εἴ τις οὐ
6. νοεῖ σαφῶς τὰ οὕτως ὑφ’ Ἱπποκράτους λεγόμενα, δείκνυσι
7. καὶ τοῦτο πρὸ τοῦ διδάσκοντος ὀστᾶ μάλιστα μὲν ἀνθρώπων,
8. εἰ δὲ μὴ, πιθήκων. ἄμεινον δὲ μὴ νῦν, ὁπότ’ ἀναγιγνώσκει
9. τὰ βιβλία, ταύτην ἕξιν γίγνεσθαι τῶν ὀστῶν, ἀλλ’
10. ἔμπροσθεν ἐπὶ χολῆς γεγονέναι. λέλεκται δὲ καὶ ὡς ὑφ’
11. ἡμῶν γέγραπται βιβλίον τοῖς εἰσαγομένοις περὶ ὀστῶν, ὅτι
12. τε τῷ μέλλοντι συνιέναι δῆλον τί ἐν τούτοις τοῖς γράμμασιν
13. ὁ Ἱπποκράτης λέγει, προγεγυμνάσθαι βέλτιόν ἐστιν ἐν
14. ἐκείνῳ. καὶ τοίνυν ἔμπροσθεν ἔγραψα καὶ νῦν ποιήσω μέσην
15. τινὰ τοῖς θ’ ἑωρακόσι καὶ μὴ ἑωρακόσι διδασκαλίαν. οὕτως
16. γὰρ οἴ θ’ ἑωρακότες οὐκ ἀνιάσονται τῷ μήκει τῶν λόγων
17. οἵ τ’ οὐδ’ ὅλως ἑωρακότες οἷον ὑπογραφήν τινα ἕξουσι τῆς
18. ἀκριβοῦς μαθήσεως, ἣν οὐχ οἶόν τε χωρὶς τῆς ἐπὶ τῶν
1. ὀστῶν αὐτοψίας γενέσθαι. νόει δή μοι καὶ τὸ μὲν κινούμενον
2. ἐν τοῖς ὀδοῦσι στόμα τὴν κάτω γένυν εἶναι, τὸ δ’
3. ἀκίνητον τὴν ἄνω, περιέχεσθαι δὲ πρὸ τῶν ὀστῶν τοὺς
4. ἀλλήλους ὀδόντας κατά τε τὸ μέγεθος καὶ τὸ πλῆθος. ἐκπεφυκὸς
5. δὲ τὸ τῆς ἄνω γνάθου λεπτόν ἐστι καὶ συνεχὲς τῷ
6. περιέχοντι τὸ μικρὸν, καθ’ ὃν ὀστῷ τούτῳ δ’ ἄγαν τ’ ἂν
7. ἕτερον ἐκ τοῦ τῶν ἀκουστικῶν πόρων ἐν αὐτῷ περιέχοντος
8. ὀστοῦ. καθ’ ὃ δὲ συμβάλλει ταῦτα ἀλλήλοις γίγνεσθαι
9. συνάρθρωσιν ὁμοίαν ῥαφῇ. τὸ τοίνυν ὀστοῦν τοῦτο λεπτὸν,
10. ὃ συνάπτει τὴν ἄνω γένυν τῇ κεφαλῇ, καλεῖται ζύγωμα πρὸς
11. τῶν ἀνατομικῶν, ἐπειδὴ καὶ αὐτὸς ὁ Ἱπποκράτης φάσκων
12. ὑποζυγῶσαι δηλοῖ συνάγειν ἀλλήλοις τὰ δύο ὀστᾶ, καθάπερ
13. ζυγὸν ὑποκείμενον αὐτοῖς. ὑπὸ δὲ τούτῳ τῷ ζυγώματι κοιλότης
14. ἐστὶν ἀξιόλογος, ἣν κατείληφεν ἡ ἑτέρα τῶν ἀποφύσεων
15. τῆς κάτω γένυος, ἥν τε κορώνην θηλυκῶς ὀνομάζουσι
16. καὶ κόρωνον οὐδετέρως, οὔσης καὶ ἑτέρας ἀποφύσεως κατὰ
17. τοῦτο δακνοίη, καθ’ ἣν διαρθροῦται τῷ τῆς κεφαλῆς ὀστῷ,
18. πλησίον τοῦ ὠτός. ἀλλ’ αὕτη μὲν ἡ ἀπόφυσις βραχεῖα
1. ἦν κατὰ τὸ μῆκος, ἡ δ’ ἑτέρα πολὺ μακροτέρα. διορίζει
2. δὲ ἀμφότερον μέσον τεταμένον τὸ ζύγωμα, τῆς μὲν
3. μακροτέρας ταπεινότερον κείμενον, ὑψηλότερον δὲ τῆς ταπεινοτέρας.
4. ἀμφοτέρας δὲ τὰς ἀποφύσεις τῆς γένυος
5. ὠνόμασεν ὁ Ἱπποκράτης κεφαλὰς ἐν τῷ φάναι τὸ ζύγωμα
6. τὰς κεφαλὰς ἀποκλείειν, ὅπερ ἐστὶ διείργειν καὶ χωρίζειν ἀλλήλων,
7. τῆς μὲν κατωτέρω, τῆς δὲ ἀνωτέρω. πρόδηλον οὖν
8. ὡς δυνατόν ἐστιν ἐκπεσεῖν τῆς οἰκείας διαρθρώσεως τὴν
9. κάτω γένυν ἄνευ τοῦ κατωτέρω χωρῆσαι τοῦ ζυγώματος τὴν
10. κορώνην, οὐ μὴν οὐδ’ ἁπλῶς τοῦτο γενόμενον ἔξαρθρον αὐτὴν
11. ἐργάσεται. ἀνοιγομένου γὰρ τοῦ στόματος εἰς τὴν ἰδίαν
12. ἐπανήξει χώραν. εἰ τοίνυν ἔξαρθρος ἔσεσθαι μέλλοι, κωλυθῆναι
13. χρὴ τὴν ἐπάνοδον αὐτῆς εἰς τὸ πλάγιον ἐκτραπείσης.
14. ὀρθῶς οὖν ἐφεξῆς ἔφη, χωρὶς τοῦ μέγιστον χαίνοντος
15. εἰς τὰ πλάγια ἐκτρέψαι τὴν γένυν, ἀδύνατον αὐτὴν ἐκπεσεῖν.
16. οὔτε γὰρ αὐτὴ ἀποχωρῆσαι δύναται κατωτέρω τοῦ
17. ζυγώματος ἡ κορώνη, πλὴν ἐπὶ πλεῖστον ἀποστῆναι τὴν
18. κάτω γένυν ἢ τὴν ἄνω. τοῦτο δ’ ἐν τῷ μέγιστον χαίνειν
19. γίνεται, οὔτ’ ἄνευ τῆς εἰς τὸ πλάγιον ἐκτροπῆς ἡ πρὸς τὴν
1. οἰκείαν χώραν ἐπάνοδος κωλύεται. διά τε οὖν ταῦτα δυσκόλως
2. ἐκπίπτει καὶ διὰ τὴν ἀνεχόντων μυῶν ῥώμην, ὑπὲρ ὧν
3. κατὰ τὴν ἑξῆς λέξιν ἤκουον αὐτοῦ λέγοντος.