10. Φιλέει δὲ καὶ ἡ γαστὴρ ὑποχωρέειν τούτοισι χολώδεα,
11. ἄκρητα ὀλίγα καὶ ἢν ἐμέωσιν, ἄκρητα ἐμέουσι.
13. Τὸ μὲν ἐν τοῖς ὀξυτάτοις πυρετοῖς ἄκρητα χολώδεα
14. γεννᾶσθαι κατὰ τὸ σῶμα θαυμαστὸν οὐδέν· εἴ γε δὴ καὶ
15. πιμελὴ καὶ σὰρξ ἁπαλὴ καὶ νεοπαγὴς ὑπὸ τῶν τοιούτων
16. πυρετῶν τήκεται καὶ κατοπτᾶται τὸ αἷμα. τὸ δὲ καὶ συῤῥεῖν
17. εἰς τὴν γαστέρα καὶ ἔντερα τὰς τοιαύτας συντήξεις
18. ἴδιον τῶν ὀδυνωμένων ἐπὶ νευρώδεσι μόνων. ὅτι τε σὺν
1. τούτοις κακοῦται καὶ πάσχει τὸ τῆς γαστρὸς στόμα νευρωδέστατον
2. ὄν. εὕρηται δ’ ὀρθῶς ὑπ’ αὐτοῦ τὰ σύνεγγυς καὶ
3. τὰ κοινὰ πρῶτα καὶ μάλιστα κακοῦσθαι, καὶ ὅτι παθεῖν
4. τοῦτο ταῖς ὀδύναις οὐκ ἀνέχει, καίτοι μικραὶ τυγχάνουσιν οὖσαι.
5. λειποψυχίαι γὰρ γίνονται κακοπαθοῦντι τῷ στόματι τῆς
6. γαστρός. ἐν δὲ ταῖς λειποψυχίαις συῤῥεῖ τὰ λεπτὰ περιττώματα
7. πάντα εἰς τὴν γαστέρα. καὶ μέντοι καὶ χωρὶς τοῦ
8. πεπονθέναι τοῦτο κατὰ τὰς ἰσχυρὰς ὀδύνας τε καὶ λύπας
9. φαίνεται τὰ τοιαῦτα περιττώματα συῤῥέοντα πρὸς τὴν γαστέρα
10. καὶ τὰ ἔντερα. τῶν μὲν οὖν εἰς τὴν γαστέρα παραγιγνομένων
11. ἡ κένωσις δι’ ἐμέτων γίγνεται, τῶν δ’ εἰς τὰ
12. ἔντερα διὰ τῆς ὑποχωρήσεως.